Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

εἰ δὲ σαφῶς ἴστε παντάπασιν ὀλίγους γεγονότας αἰτίους τῆς τοιαύτης ἀλογίας, καὶ τούτους ἅπαντας ἀπολωλότας ὑπʼ αὐτοῦ τοῦ δήμου, τί πρὸς τοὺς μηδὲν αἰτίους ἀκαταλλάκτως ἔχετε,

καὶ ταῦτα πρὸς τοὺς ἄλλους ἅπαντας εἶναι δοκοῦντες πρᾳότατοι καὶ μεγαλοψυχότατοι;

διόπερ, ὦ ἄνδρες, ἀπολωλεκὼς ὁ δῆμος τὰς προσόδους, τὴν παρρησίαν, τὴν ἰσολογίαν, ὑπὲρ ὧν τὸν πρὸ τοῦ χρόνον πᾶν ἀναδεχόμενος διατετέλεκεν,

ἀξιοῖ καὶ δεῖται πάντων ὑμῶν, ἱκανὰς ἔχων πληγάς, λήξαντας τῆς ὀργῆς διαλυθῆναι καὶ συνθέσθαι τὴν συμμαχίαν, ἵνα γένηται τοῦτο συμφανὲς ἅπασιν ὅτι τὴν μὲν ὀργὴν ἀποτέθεισθε τὴν πρὸς Ῥοδίους, ἀνακεχωρήκατε δʼ ἐπὶ τὴν ἐξ ἀρχῆς αἵρεσιν καὶ φιλίαν. τούτου γὰρ χρείαν ἔχει νῦν ὁ δῆμος,

οὐ τῆς διὰ τῶν ὅπλων καὶ στρατιωτῶν συμμαχίας." ταῦτα μὲν οὖν καὶ τούτοις παραπλήσια διαλεχθεὶς Ἀστυμήδης ἐδόκει πρεπόντως τοῖς καιροῖς πεποιῆσθαι τοὺς λόγους·

πλεῖστά γε μὴν συνήργησαν τοῖς Ῥοδίοις πρὸς τὸ τυχεῖν τῆς συμμαχίας οἱ περὶ τὸν Τεβέριον ἄρτι παραγεγονότες.

οὗτοι γὰρ ἀπομαρτυρήσαντες πρῶτον μὲν πᾶσιν τοῖς τῆς συγκλήτου δόγμασι πεπειθαρχηκέναι τοὺς Ῥοδίους, ἔπειτα πάντας τοὺς αἰτίους τῆς ἀλλοτριότητος κατακεκρίσθαι θανάτου παρʼ αὐτοῖς, ἥττησαν τοὺς ἀντιλέγοντας καὶ ἐποιήσαντο τὴν πρὸς Ῥωμαίους συμμαχίαν. —