Histories
Polybius
Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor
οἱ δὲ περὶ τὸν Φιλόφρονα καὶ Ἀστυμήδην λαβόντες ταύτην τὴν ἀπόκρισιν ἀπέπλευσαν κατὰ σπουδὴν εἰς τὴν οἰκείαν,
δεδιότες μὴ παρακούσαντες οἱ Ῥόδιοι περὶ τοῦ τὰς φρουρὰς ἐξαγαγεῖν αὖθις ἄλλην ἀρχὴν ἐγκλημάτων ποιήσωσιν. —
Λεύκιος δὲ Ἀνίκιος, καὶ αὐτὸς Ῥωμαίων στρατηγήσας, Ἰλλυριοὺς καταπολεμήσας καὶ αἰχμάλωτον ἀγαγὼν Γένθιον τὸν τῶν Ἰλλυριῶν βασιλέα σὺν τοῖς τέκνοις, ἀγῶνας ἐπιτελῶν τοὺς ἐπινικίους ἐν τῇ Ῥώμῃ παντὸς γέλωτος ἄξια πράγματα ἐποίησεν, ὡς Πολύβιος ἱστορεῖ ἐν τῇ τριακοστῇ.
μεταπεμψάμενος γὰρ τοὺς ἐκ τῆς Ἑλλάδος ἐπιφανεστάτους τεχνίτας καὶ σκηνὴν κατασκευάσας μεγίστην ἐν τῷ κίρκῳ πρώτους εἰσῆγεν αὐλητὰς ἅμα πάντας.