Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

τοῖς μὲν οὖν παρʼ αὐτὸν γενομένοις τὸν κίνδυνον ἦν ἐναργὲς ὅτι διὰ μὲν τὴν Μάρκου τόλμαν ἀπόλωλε τὰ ὅλα, διὰ δὲ τὴν εὐλάβειαν τοῦ Φαβίου σέσωσται καὶ πρὸ τοῦ καὶ νῦν·

τοῖς δʼ ἐν τῇ Ῥώμῃ τότʼ ἐγένετο φανερὸν ὁμολογουμένως τί διαφέρει στρατιωτικῆς προπετείας καὶ κενοδοξίας στρατηγικὴ πρόνοια καὶ λογισμὸς ἑστὼς καὶ νουνεχής.

οὐ μὴν ἀλλʼ οἱ μὲν Ῥωμαῖοι διδαχθέντες ὑπὸ τῶν πραγμάτων καὶ βαλόμενοι χάρακα πάλιν ἕνα πάντες ἐστρατοπέδευσαν ὁμόσε καὶ λοιπὸν ἤδη Φαβίῳ προσεῖχον τὸν νοῦν καὶ τοῖς ὑπὸ τούτου παραγγελλομένοις.

οἱ δὲ Καρχηδόνιοι τὸν μὲν μεταξὺ τόπον τοῦ βουνοῦ καὶ τῆς σφετέρας παρεμβολῆς διετάφρευσαν, περὶ δὲ τὴν κορυφὴν τοῦ καταληφθέντος λόφου χάρακα περιβαλόντες καὶ φυλακὴν ἐπιστήσαντες λοιπὸν ἤδη πρὸς τὴν χειμασίαν ἀσφαλῶς ἡτοιμάζοντο.

τῆς δὲ τῶν ἀρχαιρεσίων ὥρας συνεγγιζούσης, εἵλοντο στρατηγοὺς οἱ Ῥωμαῖοι Λεύκιον Αἰμίλιον καὶ Γάιον Τερέντιον. ὧν κατασταθέντων οἱ μὲν δικτάτορες ἀπέθεντο τὴν ἀρχήν,

οἱ δὲ προϋπάρχοντες ὕπατοι, Γνάιος Σερουίλιος καὶ Μάρκος Ῥήγουλος ὁ μετὰ τὴν Φλαμινίου τελευτὴν ἐπικατασταθείς, τότε προχειρισθέντες ὑπὸ τῶν περὶ τὸν Αἰμίλιον ἀντιστράτηγοι καὶ παραλαβόντες τὴν ἐν τοῖς ὑπαίθροις ἐξουσίαν ἐχείριζον κατὰ τὴν ἑαυτῶν γνώμην τὰ κατὰ τὰς δυνάμεις.

οἱ δὲ περὶ τὸν Αἰμίλιον βουλευσάμενοι μετὰ τῆς συγκλήτου τὸ μὲν ἐλλεῖπον πλῆθος ἔτι τῶν στρατιωτῶν πρὸς τὴν ὅλην ἐπιβολὴν παραχρῆμα καταγράψαντες ἐξαπέστειλαν,