Histories
Polybius
Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor
περὶ δὲ τῶν χρημάτων ὑπὲρ μὲν τῶν πεντακοσίων ταλάντων αἰσχρὸν ἔφησεν εἶναι καὶ τῷ διδόντι καὶ μᾶλλον ἔτι τῷ λαμβάνοντι τὸ δοκεῖν μισθοῦ τὴν ἡσυχίαν ἔχειν, τὰ δὲ χίλια καὶ πεντακόσια πέμψειν φέροντας ἔφη τοὺς περὶ Πολεμοκράτην εἰς Σαμοθρᾴκην κἀκεῖ μεσιτεύσειν. τῆς δὲ Σαμοθρᾴκης αὐτὸς ἦν κύριος· ὁ δʼ Εὐμένης σπουδάζων,
καθάπερ οἱ μοχθηροὶ τῶν ἰατρῶν, περὶ τὸ πρόδομα μᾶλλον ἢ περὶ τὸν μισθὸν τέλος ἀπέστη τῆς ἐπιβολῆς, ἀδυνατήσας καταγωνίσασθαι τῇ σφετέρᾳ πανουργίᾳ τὴν τοῦ Περσέως μικρολογίαν.
καὶ δὴ τῷ τοιούτῳ τρόπῳ ποιήσαντες ἱερὸν τὸν στέφανον τῆς φιλαργυρίας διελύθησαν ἐπʼ ἴσης, καθάπερ ἀγαθοὶ παλαισταί.
τούτων δʼ ἔνια μὲν ἐξερρύη παρʼ αὐτὸν τὸν καιρόν, ἔνια δὲ μετʼ ὀλίγον εἰς τοὺς παρακειμένους τῷ Περσεῖ φίλους, παρʼ ὧν ἡμῖν ἐξεποίησε πυθέσθαι διότι πάσης κακίας ὡσανεὶ πατταλεῖόν ἐστιν ἡ φιλαργυρία.