Histories
Polybius
Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor
τῶν γὰρ Ῥωμαίων εἰς τέλος ἀπαρασκεύων ὄντων πρὸς τοῦτο τὸ μέρος κατά τε τοὺς περὶ τὴν Ἤπειρον καὶ τοὺς περὶ τὴν Ἰλλυρίδα τόπους, ἀκονιτὶ πᾶν τὸ προτεθὲν ἐπιτελεσθήσεσθαι διʼ αὐτοῦ καὶ τῶν ὑπʼ αὐτοῦ πεμπομένων.
ὁ μὲν οὖν Γένθιος τούτοις τοῖς λόγοις ἀναπειθόμενος ἐγίνετο περί τε τὰς κατὰ γῆν καὶ κατὰ θάλατταν παρασκευάς.
ὁ δὲ Περσεύς, παραγενομένων εἰς τὴν Μακεδονίαν τῶν πρεσβευτῶν παρὰ τοῦ Γενθίου καὶ τῶν ὁμηρευόντων, ὁρμήσας ἀπὸ τῆς περὶ τὸν Ἐλπειὸν ποταμὸν παρεμβολῆς μετὰ πάντων τῶν ἱππέων ἀπήντα τοῖς προειρημένοις εἰς τὸ Δῖον,
καὶ συμμίξας πρῶτον μὲν ἀπέδωκε τοὺς ὅρκους ὑπὲρ τῆς συμμαχίας ἐναντίον πάντων τῶν ἱππέων· πάνυ γὰρ ἐβούλετο σαφῶς εἰδέναι τοὺς Μακεδόνας τὴν τοῦ Γενθίου κοινοπραγίαν, ἐλπίζων εὐθαρσεστέρους αὐτοὺς ὑπάρξειν, προσγενομένης ταύτης τῆς ῥοπῆς.