Histories
Polybius
Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor
πανδημεὶ δὲ συγκινδυνεύειν, εἰ δέοι, τοῖς βασιλεῦσιν· ἀμφότεροι γὰρ εἶχον τό τε διάδημα καὶ τὴν ἐξουσίαν. οἱ δὲ περὶ τὸν Καλλικράτην ἀντέλεγον,
φάσκοντες δεῖν καθόλου μὲν μὴ πραγματοκοπεῖν, ἐν δὲ τοῖς παροῦσι καιροῖς μηδʼ ὅλως, ἀλλʼ ἀπερισπάστους ὑπάρχοντας Ῥωμαίοις παρέχεσθαι χρείας·
μάλιστα γὰρ ἦν τότε προσδόκιμος ὁ περὶ τῶν ὅλων κίνδυνος, ἅτε τοῦ Κοΐντου τοῦ Φιλίππου τὴν παραχειμασίαν ἐν τῇ
Μακεδονίᾳ ποιουμένου. τῶν δὲ πολλῶν εἰς ἀπορίαν ἐμπιπτόντων, μὴ δόξωσι Ῥωμαίων ἀστοχεῖν, μεταλαβόντες τοὺς λόγους οἱ περὶ τὸν Λυκόρταν καὶ Πολύβιον ἐδίδασκον,