Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

τὰ δὲ βραχέως εἰρημένα διασκευάζειν καὶ λογοποιεῖν, ἔνια δὲ τῶν ἐν παρέργῳ πεπραγμένων ἔργα καὶ πράγματα κατασκευάζειν, ἀγῶνας διατιθεμένους καὶ παρατάξεις ἐξαγγέλλοντας, ἐν αἷς ἐνίοτε πεζοὶ μὲν ἔπεσον δέκα, ποτὲ δὲ μικρῷ πλείους, ἱππεῖς δʼ ἔτι τούτων ἐλάττους.

πολιορκίας μὲν γὰρ καὶ τοπογραφίας καὶ τὰ παραπλήσια τούτοις οὐκ ἂν εἴποι τις ἀξίως ἐφʼ ὅσον ἐξεργάζονται διὰ τὴν ἀπορίαν τῶν πραγμάτων.

περὶ δὲ τοὺς τὰ καθόλου γράφοντας ἐναντίος ἐστὶν ὁ τρόπος·

διόπερ οὐ χρὴ καταγινώσκειν ὡς ἡμῶν ἐπισυρόντων τὰς πράξεις, ὅταν τὰ παρʼ ἐνίοις πολλοῦ τετευχότα λόγου καὶ διασκευῆς ἡ?μ?ε?ῖ?σ? ποτὲ μὲν παραλείπωμεν, ποτὲ δὲ βραχέως ἐξαγγέλλωμεν, ἀλλὰ πιστεύειν ὅτι τὸν καθήκοντα λόγον ἑκάστοις ἀποδίδομεν.