Histories
Polybius
Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor
δοὺς ἐντολὰς τὰς αὐτάς, ὥσπερ οὐ κυρίως τοῦ Γενθίου διασεσαφηκότος τίνος προσδεῖται καὶ τίνος γενομένου δύναται συγκαταβαίνειν εἰς τὰ παρακαλούμενα.
τούτων δʼ ἀφορμησάντων, ἀναζεύξας αὐτὸς μετὰ τῆς δυνάμεως ἐποιεῖτο τὴν πορείαν ἐφʼ Ὕσκανα. —
ὅτι κατὰ τὸν καιρὸν τοῦτον ἧκον οἱ πρὸς τὸν Γένθιον ἀποσταλέντες πρέσβεις οὔτʼ ᾠκονομηκότες πλεῖον οὐδὲν τῶν πρότερον οὔτʼ ἀναγγέλλοντες,