Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ὁ δʼ Ἀπολλωνίδας καὶ Στρατίος ἀντιπράττειν μὲν ἐπίτηδες Ῥωμαίοις οὐκ ᾤοντο δεῖν· τοὺς δʼ ὑπερκυβιστῶντας καὶ διὰ τῶν κοινῶν πραγμάτων ἰδίαν χάριν ἀποτιθεμένους παρὰ Ῥωμαίοις καὶ τοῦτο πράττοντας παρὰ τοὺς νόμους καὶ παρὰ τὸ κοινῇ συμφέρον, τούτους ἔφασαν δεῖν κωλύειν καὶ πρὸς τούτους ἀντοφθαλμεῖν εὐγενῶς.

ὁ δʼ Ἄρχων ἀκολουθεῖν ἔφη δεῖν τοῖς καιροῖς καὶ μὴ διδόναι τοῖς ἐχθροῖς ἀφορμὴν εἰς διαβολὴν μηδὲ προέσθαι σφᾶς αὐτοὺς εἰς τὴν αὐτὴν ἐλθεῖν διάθεσιν τοῖς περὶ Νίκανδρον, οἵτινες, πρὶν ἢ λαβεῖν πεῖραν τῆς τούτων ἐξουσίας, ἐν ταῖς μεγίσταις εἰσὶ συνταλαιπωρίαις.