Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

παρῆσαν δὲ καὶ παρὰ Λακεδαιμονίων πρέσβεις, ἀφʼ ἑκάστου γένους τῶν ἐν τῇ πόλει.

πρῶτον μὲν οὖν ἡ σύγκλητος εἰσεκαλέσατο τὸν Ἀθήναιον καὶ δεξαμένη τὸν στέφανον, ὃν ἐκόμιζεν ἀπὸ μυρίων καὶ πεντακισχιλίων χρυσῶν, ἐπῄνεσέ τε μεγαλομερῶς τὸν Εὐμένη καὶ τοὺς ἀδελφοὺς διὰ τῆς ἀποκρίσεως καὶ παρεκάλεσε μένειν ἐπὶ τῆς αὐτῆς αἱρέσεως.

ἐπὶ δὲ τούτῳ τὸν Δημήτριον εἰσαγαγόντες οἱ στρατηγοὶ παρεκαλέσαντο τοὺς κατηγοροῦντας τοῦ Φιλίππου πάντας καὶ παρῆγον κατὰ μίαν πρεσβείαν.

οὐσῶν δὲ τῶν πρεσβειῶν πολλῶν, καὶ τῆς εἰσόδου τούτων γενομένης ἐπὶ τρεῖς ἡμέρας, εἰς ἀπορίαν ἐνέπιπτεν ἡ σύγκλητος περὶ τοῦ πῶς δεῖ χειρισθῆναι τὰ κατὰ μέρος.

παρά τε γὰρ Θετταλῶν καὶ κατὰ κοινὸν ἧκον καὶ κατʼ ἰδίαν ἀφʼ ἑκάστης πόλεως πρεσβευταί, παρά τε Περραιβῶν, ὁμοίως δὲ καὶ παρʼ Ἀθαμάνων καὶ παρʼ Ἠπειρωτῶν καὶ παρʼ Ἰλλυριῶν·