Histories
Polybius
Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor
συνέβη δὲ ταῖς πρότερον ἡμέραις τοὺς ἐπὶ τὰς ξυλείας καὶ χορτολογίας ἐκπορευομένους ἐκ τοῦ τῶν Ῥωμαίων χάρακος ἐπὶ ταῦτα τὰ μέρη πεποιῆσθαι τὴν ἔξοδον, ἐφεδρείᾳ χρωμένους τοῖς ἐπὶ τὸν σύλλογον πορευομένοις ἱππεῦσιν.
οὗ καὶ τότε γενομένου καὶ πολλῶν ἐξεληλυθότων, συνέταξαν οἱ χιλίαρχοι καὶ τοὺς εἰθισμένους ἐφεδρεύειν τοῖς προνομεύουσιν ἱππεῖς ἐπὶ ταῦτα τὰ μέρη ποιήσασθαι τὴν ἔξοδον.
ὧν ἐκπορευθέντων, αὐτομάτως τὸ δέον ἐγενήθη πρὸς τὴν ἐπιφερομένην χρείαν. —
ἐν --- η --- τῆς πράξεως τῆς περὶ τὸν Ἀριαράθην εἰς τὴν παροιμίαν· ἔχοντες γὰρ π --- διετε --- οι τοῖς πολεμίοις ἐγένοντο.
ὅτι κατὰ τοὺς καιροὺς τούτους κατὰ τὴν Ἀσίαν Γναΐου τοῦ τῶν Ῥωμαίων στρατηγοῦ παραχειμάζοντος ἐν Ἐφέσῳ, κατὰ τὸν τελευταῖον ἐνιαυτὸν τῆς ὑποκειμένης ὀλυμπιάδος, παρεγένοντο πρεσβεῖαι παρά τε τῶν Ἑλληνίδων πόλεων τῶν ἐπὶ τῆς Ἀσίας καὶ παρʼ ἑτέρων πλειόνων, συμφοροῦσαι στεφάνους τῷ Γναΐῳ διὰ τὸ νενικηκέναι τοὺς Γαλάτας.
ἅπαντες γὰρ οἱ τὴν ἐπὶ τάδε τοῦ Ταύρου κατοικοῦντες οὐχ οὕτως ἐχάρησαν Ἀντιόχου λειφθέντος ἐπὶ τῷ δοκεῖν ἀπολελύσθαι τινὲς μὲν φόρων, οἱ δὲ φρουρᾶς, καθόλου δὲ πάντες βασιλικῶν προσταγμάτων, ὡς ἐπὶ τῷ τὸν ἀπὸ τῶν βαρβάρων αὐτοῖς φόβον ἀφῃρῆσθαι καὶ δοκεῖν ἀπηλλάχθαι τῆς τούτων ὕβρεως καὶ παρανομίας.
ἦλθε δὲ καὶ παρʼ Ἀντιόχου Μουσαῖος καὶ παρὰ τῶν Γαλατῶν πρεσβευταί, βουλόμενοι μαθεῖν ἐπὶ τίσιν αὐτοὺς δεῖ ποιεῖσθαι τὴν φιλίαν.
ὁμοίως δὲ καὶ παρʼ Ἀριαράθου τοῦ τῶν Καππαδοκῶν βασιλέως· καὶ γὰρ οὗτος, μετασχὼν Ἀντιόχῳ τῶν αὐτῶν ἐλπίδων καὶ κοινωνήσας τῆς πρὸς Ῥωμαίους μάχης, ἐδεδίει καὶ διηπορεῖτο περὶ τῶν καθʼ αὑτόν.
διὸ καὶ πλεονάκις πέμπων πρεσβευτὰς ἐβούλετο μαθεῖν τί δοὺς ἢ τί πράξας δύναιτʼ ἂν παραιτήσασθαι τὴν σφετέραν ἄγνοιαν.