Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

τοῦ δὲ βασιλέως συγκαταθεμένου τοῖς ὑποδεικνυμένοις, εὐθέως ἀπʼ ἐκείνου χωρισθέντες ἧκον ἐπὶ τὴν τῶν Θερμικῶν σύνοδον,

καὶ παρελθόντες εἰς τὰ πλήθη παρεκάλουν τοὺς Αἰτωλοὺς διὰ πλειόνων μένειν ἐπὶ τῆς ἐξ ἀρχῆς αἱρέσεως καὶ διαφυλάττειν τὴν πρὸς Ῥωμαίους εὔνοιαν.

πολλῶν δὲ παρισταμένων, καὶ τῶν μὲν πρᾴως καὶ πολιτικῶς μεμψιμοιρούντων αὐτοῖς ἐπὶ τῷ μὴ κοινωνικῶς χρῆσθαι τοῖς εὐτυχήμασι μηδὲ τηρεῖν τὰς ἐξ ἀρχῆς συνθήκας,