Histories
Polybius
Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor
ἐμφαντικὴ δὲ καὶ γνώριμος τοῖς ἀκούουσιν. ἐναργῶς γὰρ ὑπὸ τὴν ὄψιν ἐνδεικνύμενος ἔλεγε τοῖς αὑτοῦ στρατιώταις "
οὐχ οὗτοι Μακεδόνες εἰσίν, ὦ ἄνδρες, οὓς ὑμεῖς προκατέχοντας ἐν Μακεδονίᾳ τὰς εἰς τὴν Ἐορδαίαν ὑπερβολὰς ἐκ τοῦ προφανοῦς μετὰ Σολπικίου βιασάμενοι πρὸς τόπους ὑπερδεξίους ἐξεβάλετε, πολλοὺς αὐτῶν ἀποκτείναντες;
οὐχ οὗτοι Μακεδόνες εἰσίν, οὓς ὑμεῖς προκατέχοντας τὰς ἀπηλπισμένας ἐν Ἠπείρῳ δυσχωρίας ἐκβιασάμενοι ταῖς ἑαυτῶν ἀρεταῖς φεύγειν ἠναγκάσατε ῥίψαντας τὰ ὅπλα, τέως εἰς Μακεδονίαν ἀνεκομίσθησαν;
πῶς οὖν ὑμᾶς εὐλαβεῖσθαι καθήκει, μέλλοντας ἐξ ἴσου ποιεῖσθαι τὸν κίνδυνον πρὸς τοὺς αὐτούς; τί δὲ προορᾶσθαι τῶν προγεγονότων, ἀλλʼ οὐ τἀναντία διʼ ἐκεῖνα καὶ νῦν θαρρεῖν;
διόπερ, ὦ ἄνδρες, παρακαλέσαντες σφᾶς αὐτοὺς ὁρμᾶσθε πρὸς τὸν κίνδυνον ἐρρωμένως· θεῶν γὰρ βουλομένων ταχέως πέπεισμαι ταὐτὸ τέλος ἀποβήσεσθαι τῆς παρούσης μάχης τοῖς προγεγονόσι κινδύνοισ"
. οὗτος μὲν οὖν ταῦτʼ εἰπὼν τὸ μὲν δεξιὸν μέρος ἐκέλευε μένειν κατὰ χώραν καὶ τὰ θηρία πρὸ τούτων, τῷ δʼ εὐωνύμῳ μετὰ τῶν εὐζώνων ἐπῄει σοβαρῶς τοῖς πολεμίοις·
οἱ δὲ προκινδυνεύοντες τῶν Ῥωμαίων, προσλαβόντες τὴν τῶν πεζῶν στρατοπέδων ἐφεδρείαν, ἐκ μεταβολῆς ἐνέκειντο τοῖς ὑπεναντίοις.
Φίλιππος δὲ κατὰ τὸν αὐτὸν καιρόν, ἐπειδὴ τὸ πλέον μέρος ἤδη τῆς ἑαυτοῦ δυνάμεως ἑώρα παρεμβεβληκὸς πρὸ τοῦ χάρακος, αὐτὸς μὲν ἀναλαβὼν τοὺς πελταστὰς καὶ τὸ δεξιὸν τῆς φάλαγγος προῆγε, σύντονον ποιούμενος τὴν πρὸς τοὺς λόφους ἀνάβασιν,
τοῖς δὲ περὶ τὸν Νικάνορα τὸν ἐπικαλούμενον ἐλέφαντα συνέταξε φροντίζειν ἵνα τὸ λοιπὸν μέρος τῆς δυνάμεως ἐκ ποδὸς ἕπηται.
ἅμα δὲ τῷ τοὺς πρώτους ἅψασθαι τῆς ὑπερβολῆς εὐθέως ἐξ ἀσπίδος παρενέβαλε καὶ προκατελάμβανε τοὺς ὑπερδεξίους· τῶν γὰρ προκινδυνευόντων Μακεδόνων ἐπὶ πολὺ τεθλιφότων τοὺς Ῥωμαίους ἐπὶ θάτερα μέρη τῶν λόφων, ἐρήμους κατέλαβε τοὺς ἄκρους.
ἔτι δὲ παρεμβάλλοντος αὐτοῦ τὰ δεξιὰ μέρη τῆς στρατιᾶς, παρῆσαν οἱ μισθοφόροι, πιεζούμενοι κατὰ κράτος ὑπὸ τῶν πολεμίων·
προσγενομένων γὰρ τοῖς τῶν Ῥωμαίων εὐζώνοις τῶν ἐν τοῖς βαρέσιν ὅπλοις ἀνδρῶν, καθάπερ ἀρτίως εἶπα, καὶ συνεργούντων κατὰ τὴν μάχην, προσλαβόντες οἷον εἰ σήκωμα τὴν τούτων χρείαν, βαρέως ἐπέκειντο τοῖς πολεμίοις καὶ πολλοὺς αὐτῶν ἔκτεινον.