Histories
Polybius
Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor
μετὰ δὲ ταῦτα συναγαγόντες ἐκκλησίαν ἐκάλουν τὸν προειρημένον.
παραιτουμένου δὲ καὶ φάσκοντος εἶναι φορτικὸν τὸ κατὰ πρόσωπον εἰσελθόντα διαπορεύεσθαι τὰς εὐεργεσίας τὰς αὑτοῦ τοῖς εὖ πεπονθόσι,
τῆς εἰσόδου παρῆκαν, γράψαντα δʼ αὐτὸν ἠξίουν ἐκδοῦναι περὶ ὧν ὑπολαμβάνει συμφέρειν πρὸς τοὺς ἐνεστῶτας καιρούς.
τοῦ δὲ πεισθέντος καὶ γράψαντος εἰσήνεγκαν τὴν ἐπιστολὴν οἱ προεστῶτες.
ἦν δὲ τὰ κεφάλαια τῶν γεγραμμένων ἀνάμνησις τῶν πρότερον ἐξ αὐτοῦ γεγονότων εὐεργετημάτων εἰς τὸν δῆμον, ἐξαρίθμησις τῶν πεπραγμένων αὐτῷ πρὸς Φίλιππον κατὰ τοὺς ἐνεστῶτας καιρούς,