Histories
Polybius
Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor
μετὰ ταῦτα δὲ ποιησάμενος ὁ Φίλιππός τινας ἀπράκτους προσβολὰς διὰ τὴν ὀχυρότητα τοῦ πολίσματος αὖθις ἀπεχώρει, πορθῶν τὰ φρούρια καὶ τὰς κατὰ τὴν χώραν συνοικίας.
ὅθεν ἀπαλλαττόμενος προσεστρατοπέδευσε τῇ Πρινασσῷ. ταχὺ δὲ γέρρα καὶ τὴν τοιαύτην ἑτοιμάσας παρασκευὴν ἤρξατο πολιορκεῖν διὰ τῶν μετάλλων.
οὔσης δʼ ἀπράκτου τῆς ἐπιβολῆς αὐτῷ διὰ τὸ πετρώδη τὸν τόπον ὑπάρχειν ἐπινοεῖ τι τοιοῦτον.
τὰς μὲν ἡμέρας ψόφον ἐποίει κατὰ γῆς, ὡς ἐνεργουμένων τῶν μετάλλων, τὰς δὲ νύκτας ἔξωθεν ἔφερε χοῦν καὶ παρέβαλλε παρὰ τὰ στόμια τῶν ὀρυγμάτων, ὥστε διὰ τοῦ πλήθους τῆς σωρευομένης γῆς στοχαζομένους καταπλαγεῖς γενέσθαι τοὺς ἐν τῇ πόλει.
τὰς μὲν οὖν ἀρχὰς ὑπέμενον οἱ Πρινασσεῖς εὐγενῶς· ἐπεὶ δὲ προσπέμψας ὁ Φίλιππος ἐνεφάνιζε διότι πρὸς δύο πλέθρα τοῦ τείχους αὐτοῖς ἐξήρεισται, καὶ προσεπυνθάνετο πότερα βούλονται λαβόντες τὴν ἀσφάλειαν ἐκχωρεῖν ἢ μετὰ τῆς πόλεως συναπολέσθαι πανδημεί,
τῶν ἐρεισμάτων ἐμπρησθέντων, τηνικάδε πιστεύσαντες τοῖς λεγομένοις παρέδοσαν τὴν πόλιν. —
ἡ δὲ τῶν Ἰασέων πόλις κεῖται μὲν ἐπὶ τῆς Ἀσίας ἐν τῷ κόλπῳ τῷ μεταξὺ κειμένῳ τοῦ τῆς Μιλησίας Ποσειδίου καὶ τῆς Μυνδίων πόλεως, προσαγορευομένῳ , παρὰ δὲ τοῖς πλείστοις Βαργυλιητικῷ συνωνύμως ταῖς περὶ τὸν μυχὸν αὐτοῦ πόλεσιν ἐκτισμέναις.
εὔχονται δὲ τὸ μὲν ἀνέκαθεν Ἀργείων ἄποικοι γεγονέναι, μετὰ δὲ ταῦτα Μιλησίων, ἐπαγαγομένων τῶν προγόνων τὸν Νηλέως υἱὸν τοῦ κτίσαντος Μίλητον διὰ τὴν ἐν τῷ Καρικῷ πολέμῳ γενομένην φθορὰν αὐτῶν. τὸ δὲ μέγεθος τῆς πόλεώς ἐστι δέκα στάδια.
καταπεφήμισται δὲ καὶ πεπίστευται παρὰ μὲν τοῖς Βαργυλιήταις διότι τὸ τῆς Κινδυάδος Ἀρτέμιδος ἄγαλμα, καίπερ ὂν ὑπαίθριον, οὔτε νίφεται τὸ παράπαν οὔτε βρέχεται,
παρὰ δὲ τοῖς Ἰασεῦσι τὸ τῆς Ἀστιάδος· καὶ ταῦτά τινες εἰρήκασι καὶ τῶν συγγραφέων.