Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

οὐ μὴν ἀλλʼ οἱ πλείω χρόνον συντραφέντες αὐτοῦ τοῖς πρώτοις ὑπομνήμασιν, ἐν οἷς αἱ περὶ τῶν προειρημένων εἰσὶ συντάξεις, ὅταν ἅπασαν συνταξαμένῳ τὴν ὑπερβολὴν τῆς ἐπαγγελίας ἀποπιστεύσωσι, κἄπειτά τις αὐτοῖς ἀποδεικνύῃ τὸν Τίμαιον, ἐν οἷς πικρότατός ἐστι κατὰ τῶν πέλας, αὐτὸν ἔνοχον ὄντα, καθάπερ ἡμεῖς ἀρτίως ἐπὶ τῶν Λοκρῶν καὶ τῶν ἑξῆς παραπαίοντα συνεστήσαμεν,

δυσέριδες γίνονται καὶ φιλόνεικοι καὶ δυσμετάθετοι, καὶ σχεδὸν ὡς ἔπος εἰπεῖν οἱ φιλοπονώτατα προσεδρεύσαντες τοῖς ὑπομνήμασιν αὐτοῦ τοῦτʼ ἀποφέρονται τὸ λυσιτελὲς ἐκ τῆς ἀναγνώσεως.

οἵ γε μὴν ταῖς δημηγορίαις προσσχόντες αὐτοῦ καὶ καθόλου τοῖς διεξοδικοῖς λόγοις μειρακιώδεις καὶ διατριβικοὶ καὶ τελέως ἀναλήθεις γίνονται διὰ τὰς ἄρτι ῥηθείσας αἰτίας.

λοιπὸν δὲ τὸ πραγματικὸν αὐτῷ μέρος τῆς ἱστορίας ἐκ πάντων σύγκειται τῶν ἁμαρτημάτων, ὧν τὰ πλεῖστα διεληλύθαμεν·