Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

περιοικεῖται δὲ πόλεσιν Ἑλληνίσι κατὰ τὴν ὑφήγησιν τὴν Ἀλεξάνδρου, φυλακῆς ἕνεκεν τῶν συγκυρούντων αὐτῇ βαρβάρων πλὴν Ἐκβατάνων.

αὕτη δʼ ἔκτισται μὲν ἐν τοῖς πρὸς τὰς ἄρκτους μέρεσι τῆς Μηδίας, ἐπίκειται δὲ τοῖς περὶ τὴν Μαιῶτιν καὶ τὸν Εὔξεινον μέρεσι τῆς Ἀσίας,

ἦν δὲ βασίλειον ἐξ ἀρχῆς Μήδων, πλούτῳ δὲ καὶ τῇ τῆς κατασκευῆς πολυτελείᾳ μέγα τι παρὰ τὰς ἄλλας δοκεῖ διενηνοχέναι πόλεις.

κεῖται μὲν οὖν ὑπὸ τὴν παρώρειαν τὴν παρὰ τὸν Ὀρόντην, ἀτείχιστος οὖσα, ἄκραν δʼ ἐν αὑτῇ χειροποίητον ἔχει, θαυμασίως πρὸς ὀχυρότητα κατεσκευασμένην.

ὑπὸ δὲ ταύτην ἐστὶ βασίλεια, περὶ ὧν καὶ τὸ λέγειν κατὰ μέρος καὶ τὸ παρασιωπᾶν ἔχει τινʼ ἀπορίαν·

τοῖς μὲν γὰρ αἱρουμένοις τὰς ἐκπληκτικὰς τῶν διηγήσεων προφέρεσθαι καὶ μετʼ αὐξήσεως ἔνια καὶ διαθέσεως εἰθισμένοις ἐξαγγέλλειν καλλίστην ὑπόθεσιν ἡ προειρημένη πόλις ἔχει, τοῖς δʼ εὐλαβῶς προσπορευομένοις πρὸς πᾶν τὸ παρὰ τὴν κοινὴν ἔννοιαν λεγόμενον ἀπορίαν παρασκευάζει καὶ δυσχρηστίαν.