Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

κἄπειτα πραθέντων τούτων οἱ χιλίαρχοι διανέμουσι πᾶσιν ἴσον, οὐ μόνον τοῖς μείνασιν ἐν ταῖς ἐφεδρείαις, ἀλλὰ καὶ τοῖς τὰς σκηνὰς φυλάττουσι τοῖς τʼ ἀρρωστοῦσι καὶ τοῖς ἐπί τινα λειτουργίαν ἀπεσταλμένοις.

περὶ δὲ τοῦ μηδένα νοσφίζεσθαι μηδὲν τῶν ἐκ τῆς διαρπαγῆς, ἀλλὰ τηρεῖν τὴν πίστιν κατὰ τὸν ὅρκον, ὃν ὀμνύουσι πάντες, ὅταν ἁθροισθῶσι πρῶτον εἰς τὴν παρεμβολήν, ἐξιέναι μέλλοντες εἰς τὴν πολεμίαν,

ὑπὲρ τούτου δὲ τοῦ μέρους εἴρηται πρότερον ἡμῖν διὰ πλειόνων ἐν τοῖς περὶ τῆς πολιτείας.

λοιπὸν ὅταν οἱ μὲν ἡμίσεις τράπωνται πρὸς τὰς ἁρπαγάς, οἱ δʼ ἡμίσεις διαφυλάττοντες τὰς τάξεις ἐφεδρεύωσι τούτοις, οὐδέποτε κινδυνεύει Ῥωμαίοις τὰ ὅλα διὰ πλεονεξίαν.

τῆς γὰρ ἐλπίδος τῆς κατὰ τὴν ὠφέλειαν οὐκ ἀπιστουμένης ἀλλήλοις, ἀλλʼ ἐπʼ ἴσης ἑστηκυίας τοῖς μένουσι κατὰ τὰς ἐφεδρείας καὶ τοῖς διαρπάζουσιν, οὐδεὶς ἀπολείπει τὰς τάξεις· ὃ μά

λιστα τοὺς ἄλλους εἴωθε βλάπτειν. ἐπειδὴ γὰρ οἱ πλεῖστοι τῶν ἀνθρώπων κακοπαθοῦσι καὶ κινδυνεύουσι τοῦ κέρδους ἕνεκεν, φανερὸν ὡς, ὅταν ὁ καιρὸς οὗτος ὑποπέσῃ, δυσχερῶς εἰκὸς ἀπέχεσθαι τοὺς ἐν ταῖς ἐφεδρείαις ἢ στρατοπεδείαις ἀπολειπομένους διὰ τὸ [τοὺς] παρὰ τοῖς πλείστοις πᾶν τὸ ληφθὲν εἶναι τοῦ κυριεύσαντος·

καὶ γὰρ ἂν ὅλως μόναρχος ἢ στρατηγὸς ἐπιμελὴς ἀναφέρειν εἰς τὸ κοινὸν ἐπιτάξῃ τὰς ὠφελείας, ὅμως τὰ δυνατὰ κρύπτεσθαι πάντες ἴδια νομίζουσι.

διὸ τῶν πολλῶν ὁρμώντων ἐπὶ τοῦτο τὸ μέρος οὐ δυνάμενοι κρατεῖν κινδυνεύουσι τοῖς ὅλοις·

καὶ πολλοὶ δή τινες κατορθώσαντες τὰς ἐπιβολάς, καὶ ποτὲ μὲν ἐπιπεσόντες ταῖς τῶν πολεμίων παρεμβολαῖς, ποτὲ δὲ καταλαβόμενοι πόλεις, οὐ μόνον ἐξέπεσον, ἀλλὰ καὶ τοῖς ὅλοις ἐσφάλησαν παρʼ οὐδὲν ἢ τὴν προειρημένην αἰτίαν.

διὸ δεῖ περὶ μηδὲν οὕτω σπουδάζειν καὶ προνοεῖσθαι τοὺς ἡγουμένους ὡς περὶ τοῦτο τὸ μέρος, ἵνα, καθʼ ὅσον ἐστὶ δυνατόν, ὑπάρχῃ παρὰ τοῖς πολλοῖς ἐλπὶς ὡς ἐξ ἴσου πᾶσι τῆς ὠφελείας οὔσης, ἐάν τις ὑποπίπτῃ τοιοῦτος καιρός.

πλὴν οἱ μὲν χιλίαρχοι τότε περὶ τὴν τῶν λαφύρων ἦσαν οἰκονομίαν· ὁ δὲ στρατηγὸς τῶν Ῥωμαίων, ἐπεὶ συνήχθη τὸ τῶν αἰχμαλώτων πλῆθος, ὃ συνέβη γενέσθαι μικρῷ λεῖπον τῶν μυρίων, συνέταξε χωρισθῆναι πρῶτον μὲν τοὺς πολιτικοὺς ἄνδρας τε καὶ γυναῖκας καὶ τὰ τούτων τέκνα, δεύτερον δὲ τοὺς χειροτέχνας.

γενομένου δὲ τούτου, τοὺς μὲν πολιτικοὺς παρακαλέσας εὐνοεῖν Ῥωμαίοις καὶ μνημονεύειν τῆς εὐεργεσίας ἀπέλυσε πάντας ἐπὶ τὰς ἰδίας οἰκήσεις.

οὗτοι μὲν οὖν ἅμα δακρύοντες καὶ χαίροντες ἐπὶ τῷ παραδόξῳ τῆς σωτηρίας, προσκυνήσαντες τὸν στρατηγὸν διελύθησαν·

τοῖς δὲ χειροτέχναις κατὰ τὸ παρὸν εἶπε διότι δημόσιοι τῆς Ῥώμης εἰσί· παρασχομένοις δὲ τὴν εὔνοιαν καὶ προθυμίαν ἑκάστοις κατὰ τὰς αὑτῶν τέχνας ἐπηγγείλατο τὴν ἐλευθερίαν, κατὰ νοῦν χωρήσαντος τοῦ πρὸς τοὺς Καρχηδονίους πολέμου.

καὶ τούτους μὲν ἀπογράφεσθαι προσέταξε πρὸς τὸν ταμίαν, συστήσας Ῥωμαϊκὸν ἐπιμελητὴν κατὰ τριάκοντα· τὸ γὰρ πᾶν πλῆθος ἐγένετο τούτων περὶ δισχιλίους.