Histories
Polybius
Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor
ὁ δʼ ἀναχθεὶς μετὰ μυρίων στρατιωτῶν καὶ καθορμισθεὶς ἐν ταῖς καλουμέναις Αἰγούσσαις, μεταξὺ δὲ κειμέναις Λιλυβαίου καὶ Καρχηδόνος, ἐπετήρει τὸν πλοῦν. λαβὼν δʼ οὔριον καὶ λαμπρὸν ἄνεμον,
ἐκπετάσας πᾶσι τοῖς ἀρμένοις καὶ κατουρώσας ἐπʼ αὐτὸ τὸ στόμα τοῦ λιμένος ἐποιεῖτο τὸν πλοῦν, ἔχων καθωπλισμένους καὶ πρὸς μάχην ἑτοίμους τοὺς ἄνδρας ἐπὶ τῶν καταστρωμάτων.
οἱ δὲ Ῥωμαῖοι τὰ μὲν αἰφνιδίου γενομένης τῆς ἐπιφανείας, τὰ δὲ φοβούμενοι μὴ σὺν τοῖς πολεμίοις ὑπὸ τῆς βίας τοῦ πνεύματος συγκατενεχθῶσιν εἰς τὸν λιμένα τῶν ὑπεναντίων, τὸ μὲν διακωλύειν τὸν ἐπίπλουν τῆς βοηθείας ἀπέγνωσαν, ἐπὶ δὲ τῆς θαλάττης ἔστησαν καταπεπληγμένοι τὴν τῶν πολεμίων τόλμαν.
τὸ δʼ ἐκ τῆς πόλεως πλῆθος ἡθροισμένον ἐπὶ τὰ τείχη πᾶν ἅμα μὲν ἠγωνία τὸ συμβησόμενον, ἅμα δʼ ἐπὶ τῷ παραδόξῳ τῆς ἐλπίδος ὑπερχαρὲς ὑπάρχον μετὰ κρότου καὶ κραυγῆς παρεκάλει τοὺς εἰσπλέοντας.
Ἀννίβας δὲ παραβόλως καὶ τεθαρρηκότως εἰσδραμὼν καὶ καθορμισθεὶς εἰς τὸν λιμένα μετʼ ἀσφαλείας ἀπεβίβασε τοὺς στρατιώτας.
οἱ δʼ ἐν τῇ πόλει πάντες οὐχ οὕτως ἦσαν ἐπὶ τῇ τῆς βοηθείας παρουσίᾳ περιχαρεῖς, καίπερ μεγάλην ἐλπίδα καὶ χεῖρα προσειληφότες, ὡς ἐπὶ τῷ μὴ τετολμηκέναι τοὺς Ῥωμαίους κωλῦσαι τὸν ἐπίπλουν τῶν Καρχηδο
νίων. Ἰμίλκων δʼ ὁ τεταγμένος ἐπὶ τῆς πόλεως στρατηγός, θεωρῶν τὴν ὁρμὴν καὶ προθυμίαν τῶν μὲν ἐν τῇ πόλει διὰ τὴν παρουσίαν τῆς βοηθείας τῶν δὲ παραγεγονότων διὰ τὴν ἀπειρίαν τῶν περιεστώτων κακῶν,
βουλόμενος ἀκεραίοις ἀποχρήσασθαι ταῖς ἑκατέρων ὁρμαῖς πρὸς τὴν διὰ τοῦ πυρὸς ἐπίθεσιν τοῖς ἔργοις, συνῆγε πάντας εἰς ἐκκλησίαν·
παρακαλέσας δὲ τῷ καιρῷ τὰ πρέποντα διὰ πλειόνων καὶ παραστήσας ὁρμὴν ὑπερβάλλουσαν διά τε τὸ μέγεθος τῶν ἐπαγγελιῶν τοῖς κατʼ ἰδίαν ἀνδραγαθήσασι καὶ τὰς κατὰ κοινὸν ἐσομένας χάριτας αὐτοῖς καὶ δωρεὰς παρὰ Καρχηδονίων,
ὁμοθυμαδὸν ἐπισημαινομένων καὶ βοώντων μὴ μέλλειν, ἀλλʼ ἄγειν αὐτούς, τότε μὲν ἐπαινέσας καὶ δεξάμενος τὴν προθυμίαν ἀφῆκε, παραγγείλας ἀναπαύεσθαι καθʼ ὥραν καὶ πειθαρχεῖν τοῖς ἡγουμένοις·
μετʼ οὐ πολὺ δὲ συγκαλέσας τοὺς προεστῶτας αὐτῶν διένειμε τοὺς ἁρμόζοντας πρὸς τὴν ἐπίθεσιν ἑκάστοις τόπους καὶ τὸ σύνθημα καὶ τὸν καιρὸν τῆς ἐπιθέσεως ἐδήλωσε καὶ παρήγγειλε τοῖς ἡγεμόσι μετὰ πάντων τῶν ὑποτεταγμένων ἐπὶ τοῖς τόποις ἑωθινῆς εἶναι φυλακῆς.
τῶν δὲ πειθαρχησάντων, ἐξαγαγὼν τὴν δύναμιν ἅμα τῷ φωτὶ κατὰ πλείους τόπους ἐνεχείρει τοῖς ἔργοις.
οἱ δὲ Ῥωμαῖοι διὰ τὸ προορᾶσθαι τὸ μέλλον οὐκ ἀργῶς οὐδʼ ἀπαρασκεύως εἶχον, ἀλλʼ ἑτοίμως ἐβοήθουν πρὸς τὸ δεόμενον καὶ διεμάχοντο τοῖς πολεμίοις ἐρρωμένως.
πάντων δʼ ἐν βραχεῖ χρόνῳ συμπεσόντων ἀλλήλοις ἦν ἀγὼν παράβολος πέριξ τοῦ τείχους· οἱ μὲν γὰρ ἐκ τῆς πόλεως ἦσαν οὐκ ἐλάττους δισμυρίων, οἱ δʼ ἔξωθεν ἔτι πλείους τούτων.
ὅσῳ δὲ συνέβαινε τοὺς ἄνδρας ἐκτὸς τάξεως ποιεῖσθαι τὴν μάχην ἀναμὶξ κατὰ τὰς αὑτῶν προαιρέσεις, τοσούτῳ λαμπρότερος ἦν ὁ κίνδυνος, ὡς ἂν ἐκ τοσούτου πλήθους κατʼ ἄνδρα καὶ κατὰ ζυγὸν οἱονεὶ μονομαχικῆς συνεστώσης περὶ τοὺς ἀγωνιζομένους τῆς φιλοτιμίας.