Histories
Polybius
Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor
ταχὺ δὲ διὰ τὴν περίστασιν τῶν τοῦ Ξανθίππου λόγων διαδοθέντων εἰς τὰ πλήθη καὶ τοὺς στρατηγούς, ἔγνωσαν οἱ προεστῶτες ἀνακαλεῖσθαι καὶ πεῖραν αὐτοῦ λαμβάνειν.
ὁ δὲ παραγενόμενος εἰς τὰς χεῖρας ἔφερε τοῖς ἄρχουσι τοὺς ἀπολογισμοὺς καὶ παρὰ τί νῦν σφαλείησαν, καὶ διότι πεισθέντες αὐτῷ καὶ χρησάμενοι τοῖς ἐπιπέδοις τῶν τόπων ἔν τε ταῖς πορείαις καὶ στρατοπεδείαις καὶ παρατάξεσιν εὐχερῶς ἑαυτοῖς τε τὴν ἀσφάλειαν δυνήσονται παρασκευάζειν καὶ τοὺς ὑπεναντίους νικᾶν.
οἱ δὲ στρατηγοὶ δεξάμενοι τὰ λεγόμενα καὶ πεισθέντες αὐτῷ παραχρῆμα τὰς δυνάμεις ἐνεχείρισαν.
ἦν μὲν οὖν καὶ κατὰ ταύτην τὴν παρὰ τοῦ Ξανθίππου διαδιδομένην φωνὴν ὁ θροῦς καὶ λαλιά τις εὔελπις παρὰ τοῖς πολλοῖς·
ὡς δʼ ἐξαγαγὼν πρὸ τῆς πόλεως τὴν δύναμιν ἐν κόσμῳ παρενέβαλε καί τι καὶ κινεῖν τῶν μερῶν ἐν τάξει καὶ παραγγέλλειν κατὰ νόμους ἤρξατο, τηλικαύτην ἐποίει διαφορὰν παρὰ τὴν τῶν πρότερον στρατηγῶν ἀπειρίαν ὥστε μετὰ κραυγῆς ἐπισημαίνεσθαι τοὺς πολλοὺς καὶ σπεύδειν ὡς τάχιστα συμβαλεῖν τοῖς πολεμίοις, πεπεισμένους μηδὲν ἂν παθεῖν δεινὸν ἡγουμένου Ξανθίππου.
τούτων δὲ γινομένων οἱ στρατηγοὶ συνιδόντες τοὺς ὄχλους ἀνατεθαρρηκότας παραδόξως ταῖς ψυχαῖς, παρακαλέσαντες αὐτοὺς τὰ πρέποντα τῷ καιρῷ μετʼ ὀλίγας ἡμέρας ὥρμησαν ἀναλαβόντες τὴν δύναμιν.
αὕτη δʼ ἦν πεζοὶ μὲν εἰς μυρίους καὶ δισχιλίους, ἱππεῖς δὲ τετρακισχίλιοι, τὸ δὲ τῶν ἐλεφάντων πλῆθος ἔγγιστά που τῶν ἑκατόν.
οἱ δὲ Ῥωμαῖοι θεωροῦντες τοὺς Καρχηδονίους τάς τε πορείας ποιουμένους διὰ τῶν ὁμαλῶν τόπων καὶ τὰς στρατοπεδείας τιθέντας ἐν τοῖς ἐπιπέδοις τῶν χωρίων, κατʼ αὐτὸ μὲν τοῦτο ξενιζόμενοι διετρέποντο, τοῖς γε μὴν ὅλοις ἔσπευδον ἐγγίσαι τοῖς πολεμίοις.
συνάψαντες δὲ τὴν μὲν πρώτην ἡμέραν κατεστρατοπέδευσαν ὡς δέκα σταδίους ἀποσχόντες τῶν ὑπεναντίων.
τῇ δὲ κατὰ πόδας οἱ μὲν προεστῶτες τῶν Καρχηδονίων ἐβουλεύοντο πῶς καὶ τί πρακτέον εἴη κατὰ τὸ παρόν·