Aetia
Callimachus
Callimachus. Callimachus and Lycophron. Mair, A. W., Mair, G. R., editors. London: William Heinemann, 1921.
1.Apollonius (Rhodius), A.P. xi. 275.
Καλλίμαχος τὸ κάθαρμα, τὸ παίγνιον, ὁ ξύλινος νοῦς, αἴτιος ὁ γράψας Αἴτια Καλλιμάχου.
2.Diodorus, A. P. vii. 42.
Ἆ μέγα Βαττιάδαο σοφοῦ περίπυστον ὄνειαρ, ἦ ῥ’ ἐτεὸν κεράων οὐδ’ ἐλέφαντος ἔης. τοῖα γὰρ ἄμμιν ἔφηνας, ἅτ’ οὐ πάρος ἀνέρες ἴδμεν, ἀμφί τε ἀθανάτους ἀμφί τε ἡμιθέους, εὖτέ μιν ἐκ Λιβύης ἀναείρας εἰς Ἑλικῶνα ἤγαγες ἐν μέσσαις Πιερίδεσσι φέρων· αἱ δέ οἱ εἰρομένῳ ἀμφ’ ὠγυγίων ἡρώων. Αἴτια καὶ μακάρων εἶρον ἀμειβόμεναι.
Vv. 1-2 Suidas s.v. ὄνειαρ.
3.Martial x. 4. 9 ff.
Non hic Centauros, non Gorgonas Harpyiasque Invenies: hominem pagina nostra sapit. Sed non vis, Mamurra, tuos cognoscere mores Nec te scire: legas Aetia Callimachi.
4.Clem. Alex. Strom. v. 511 c
Εὐφορίων ὁ ποιητὴς καὶ Καλλιμάχου Ἶβις καὶ τὰ Αἴτια καὶ ἡ Λυκόφρονος Ἀλεξάνδρα καὶ τὰ τούτοις παραπλήσια γυμνάσιον εἰς ἐξήγησιν γραμματικῶν ἔκκειται παισίν.
5.Epigr. Anonym. Bern. v. 7.
καὶ τῶν μεγίστων Αἰτίων τὴν τετράδα.
Fr. 1, col. i. ἠὼς οὐδὲ πιθοιγὶς ἐλάνθανεν οὐδ’ ὅτε δούλοις ἦμαρ Ὀρέστειοι λευκὸν ἄγουσι χόες· Ἰκαρίου καὶ παιδὸς ἄγων ἐπέτειον ἁγιστύν, Ἀτθίσιν οἰκτίστη, σὸν φάος, Ἠριγόνη ἐς δαίτην ἐκάλεσσεν ὁμηθέας, ἐν δέ νυ τοῖσι ξεῖνον ὅς Ἀ[ἰ]γύπτῳ καινὸς ἀνεστρέφετο μεμβλωκὼς ἴδιόν τι κατὰ χρέος· ἦν δὲ γενέθλην Ἴκιος, ᾧ, ξυνὴν εἶχον ἐγὼ κλισίην οὐκ ἐπιτάξ, ἀλλ’ αἶνος Ὀμηρικός, αἰὲν ὅμοιον ὡς θεός, οὐ ψευδής, ἐς τον ὅμοιον ἄγει. καὶ γὰρ ὁ Θρηικίην μὲν ἀπέστυγε χανδὸν ἄμυστιν
οἰνοποτεῖν, ὀλίγῳ δ’ ἥδετο κισσυβίῳ. τῷ μὲν ἐγὼ τάδ’ ἔλεξα περιστείχοντος ἀλείσου τὸ τρίτον, εὖτ’ ἐδάην οὔνομα καὶ γενεήν· Ἦ μάλ’ ἔπος τόδ’ ἀληθὲς ὅ τ’ οὐ μόνον ὕδατος αἶσαν ἀλλ’ ἔτι καὶ λέσχης οἶνος ἔχειν ἐθέλει· τὴν ἡμεῖς, οὐκ ἐν γ γ[ὰ]ρ ἀρυστήρεσσι φορεῖται οὐδέ μιν εἰς ἀ[τενεῖς] ὀφρύας οἰνοχόων αἰτήσεις ὁρόω [ν] ὅτ’ ἐλεύθερος ἀτμένα σαίνει, βάλλωμεν χαλεπῷ φάρμακον ἐν πόματι, Θεύγενες, ὅσσ[α] δ’ ἐμεῖο σ[έ]θεν πάρα θυμὸς ἀκοῦσαι ἰχαίνει, τάδε μοι λ[έ]ξον [ἀνειρομέν]ῳ· Μυρμιδόνων ἐσσῆνα τ[ί πάτριον ὔ]μμι σέβεσθαι Πηλέα, κῶς Ἴκῳ ξυν[ὰ τὰ Θεσσαλι]κά, τεῦ δ’ ἕνεκεν γήτειον ἰδ [..] υτ [... ἄ]ρτον ἔχουσα col. ii. ἥρωος κα[θ]όδου πα[ῖς εἰδότες ὡς ἐνέπου[σι κείνην ἢ περὶ σὴν [ οὔθ’ ἑτέρην ἔγνωκα· τ[ οὔατα μυθεῖσθαι βο[ τ[αῦτ’] ἐμέθεν λέξαντο[ς τ[ρισ]μάκαρ, ἦ παύρων ὄ[λβιός ἐσσι μέτα, [ναυτι]λίης εἰ νῆιν ἔ[χεις βίον· ἀλλ’ ἐμὸς αἰὼν [κύμασιν αἰ]θυίης μᾶ[λλον ἐσῳκίσατοPapyrus Rylands 13; cf. Wilam. Hermes, xlvi. (1911), 471-3. Frag. 127 possibly belongs to the same context.
ἀρνεῖος M ἀρνῆ‹ι›δας καὶ θάνε τοῦ μὲν ἀ καὶ τὸν ἐπ [ὶ ῥάβδῳ μῦθον ὑφαινόμενον ἀνέρες ε πλαγκτὺν ἠνεκὲς ἀε [ίδω δειδεγμένος] οὐδὲ μεὺ α νύμφης αι παιδοφόνω ἧκεν ἐπ’ Ἀρ[γείους] ἥ σφεων μητέρας [ἐξεκένωσεν ἐκούφισθεν δὲ τιθῆναι. οὐχ οὕτω Ἄργος ανα.