Daniel (Theodotionis versio)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ εἶπεν Δανιὴλ ἐνώπιον τοῦ βασιλέως Τὰ δόματά σού σοι ἔστω, καὶ τὴν δωρεὰν τῆς οἰκίας σου ἑτέρῳ δός· ἐγὼ δὲ τὴν γραφὴν ἀναγνώσομαι καὶ τὴν σύγκρισιν αὐτῆς γναωρίσω σοι.

βασιλεῦ, ὁ θεὸς ὁ ὕψιστος τὴν βασιλείαν καὶ τὴν μεγαλωσύνην καὶ τὴν τιμὴν καὶ τὴν δόξαν ἔδωκεν Ναββουχοδονοσὸρ τῷ πατρί σου,

καὶ ἀπὸ τῆς μεγαλωσύνης ἧς ἔδωκεν αὐτῷ πάντες οἱ λαοί, φυλαί, γλῶσσαι, ἦσαν τρέμοντες καὶ φοβούμενοι ἀπὸ προσώπου αὐτοῦ· οὓς ἠβούλετο αὐτὸς ἀνήρει, καὶ οὓς ἠβούλετο αὐτὸς ἔτυπτεν, καὶ οὓς ἠβούλετο αὐτὸς ὑψοῖ, καὶ οὓς ἠβούλετο αὐτὸς ἔταπείνου.

καὶ ὅτε ὑψώθη ἡ καρδία αὐτοῦ καὶ τὸ πνείμα αὐτοῦ ἐκραταιώθη τοῦ ὑπερηφανεύσασθαι, κατηνέχθη ἀπὸ τοῦ θρόνου τῆς βασιλείας καὶ ἡ τιμὴ ἀφῃρέθη ἀπʼ αὐτοῦ,

καὶ ἀπὸ τῶν ἀνθρώπων ἐξεδιώχθη, καὶ ἡ καρδία αὐτοῦ μετὰ τῶν θηρίων ἐδόθη, καὶ μετὰ [*](¶Q) ὀνάγρων ἡ κατοικία αὐτοῦ, καὶ χόρτον ὡς βοῦν ἐψώμιζον αὐτόν, καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ τὸ σῶμα αὐτοῦ ἐβάφη, ἕως οὗ γνῷ ὅτι κυριεύει ὁ θεὸς ὁ ὕψιστος τῆς βασιλείας τῶν ἀνθρώπαων, καὶ ᾧ ἂν δόξῃ δώσει αὐτήν.

καὶ σὺ οὖν ὁ υἱὸς αὐτοῦ Βαλτασὰρ οὐκ ἐταπείνωσας τὴν καρδίαν σου κατενώπιον τοῦ θκοῦ· οὐ πάντα ταῦτα ἔγνως·

καὶ ἐπὶ τὸν κύριον θεὸν τοῦ οὐρανοῦ ὑψώθης, καὶ τὰ σκεύη τοῦ οἴκου αὐτοῦ ἤνεγκας ἐνώπιόν σου, καὶ σὺ καὶ οἱ μεγιστᾶνές σου καὶ αἱ παλλακαί σου καὶ αἵ παράκοιτοί σου οἶνον ἐπίνετε ἐν αὐτοῖς· καὶ τοὺς θεοὺς τοὺς χρυσοῦς καὶ ἀργυροῦς καὶ χαλκοῦς καὶ σιδηροῦς καὶ ξυλίνους καὶ λιθίνους, οἱ οὐ βλέπουσιν καὶ οἱ οὐκ ἀκούουσιν καὶ οὐ γινώσκουσιν, ᾔνεσας, καὶ τὸν θεὸν οὖ ἡ πνοή σου ἐν χειρὶ αὐτοῦ καὶ πᾶσαι αἱ ὁδοί σου, αὐτὸν οὐκ ἐδό- [*](16 οτι] + συ A | om κριματα Q* (hab συγκριματα Q(mᵍ) συνκριναι (συγκρ. AQ Q)] συγκρινειν A εαν δυνηθης] ει δυνασαι Q* (δυνηθης Qmᵍ) | γρεφην] +ταυτην A γνωρισης] γνωρισαι A αναγγειλαι Q επι τω τραχηλω] περι τον τραχηλον A επι τον τραχηλον Q 17 και ειπεν] τοτε απεκριθη AQ Δανιηλ] + και ειπεν Q σοι] pr συν A της οικιας] του οικου Q αναγνω- σομαι] + τω βασιλει A 19 μεγαλοσυνης B* (- λωσ. Bᵇ salt) om ης B* (superscr Bᵃᵇ) ηβουλετο quater] εβουλετο AQ (in ηβ. 1⁰ η non inst Bᵇ) τυπτεν Q* (ετ. Qᵃ) υψου BᵇQ 20 υπερηφανευεσθαι AQ απο του θρονου της βασιλειας] απο της β. αυτου και απο του θρ. αυτου Q βασιλειας] + αυτου A 21 εξεδιωχθη απο των ανων Q κατοικεια A εγνω A om ο θεος A αν] εα| A 22 om ουν A κατενωπιον] ενωπιον A 23 ηνεγκας] ηνεγκαν B? (-γκας Β* fort A) αι παρακοιτοι] om αι A om και οι ουκ ακουουσιν A χερι] pr τη A )

541
ξασας.