Daniel (Theodotionis versio)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905
καὶ ἀπεκρίθη Ναβουχοδονοσὸρ καὶ εἶπεν Εὐλογητὸς ὁ θεὸς τοῦ Σεδρὰχ καὶ Μεισὰχ καὶ Ἀβδεναγώ, ὃς ἀπέστειλεν τὸν ἄγγελον αὐτοῦ καὶ ἐξείλατο τοὺς παῖδας αὐτοῦ, ὅτι ἐπεποίθεισαν ἐπʼ αὐτῷ· καὶ τὸ ῥῆμα τοῦ βασιλέως ἠλλοίωσαν καὶ παρέδωκαν τὰ σώματα αὐτῶν εἰς πῦρ, ὅπως μὴ λατρεύσαωσιν μηδέ προσκυνήσωσιν παντὶ θεῷ ἀλλ᾿ ἤ τῷ θεῷ αὐτῶν.
καὶ ἐγὼ ἐκτίθεμαι τὸ δόγμα Πᾶς λαός, φυλή, γλῶσσα, ἐὰν εἴπῃ βλασφημίαν κατὰ τοῦ θεοῦ Σεδράχ, Μεισάχ, Ἀβδεναγώ, εἰς ἀπώλειαν ἔσονται καὶ οἱ οἶκοι αὐτῶν εἰς διαρπαγήν· καθότι οὐκ ἔστιν θεὸς ἕτερος ὅστις δυνήσεται ῥύσασθαι οὕτως.
τότε ὁ βασιλεὺς κατεύθυνεν τὸν Σεδράχ, Μεισάχ, Ἀβδεναγώ, ἐν τῇ χώρᾳ Βαβυλῶνος, καὶ ἠξίωσεν αὐτοὺς ἡγεῖσθαι πάντων τῶν Ἰουδαίων τῶν ἐν τῇ βασιλείᾳ αὐτοῦ.
Νπββουχοδονοσὸρ ὁ βασιλεὺς πᾶσι τοῖς λαοῖς, φυλαῖς, καὶ [*](B) γλώσσαις τοῖς οἰκοῦσιν ἐν πάσῃ τῇ γῇ Εἰρήνη ὑμῖν πληθυνθείη.
τὰ σημεῖα καὶ τὰ τέρατα ἃ ἐποίησεν μετ᾿ ἐμοῦ ὁ θεὸς ὁ ὕψιστος ἤρεσεν ἐναντίον ἐμοῦ ἀναγγεῖλαι ὑμῖν.
ὡς μεγάλα καὶ ἰσχυρά· ἡ βασιλεία αὐτοῦ βασιλεία αἰώνιος, ἡ ἐξουσία αὐτοῦ εἰς γενεὰν καὶ γενεάν.
Ἐγὼ Ναβουχοδονοσὸρ εὐθηνῶν ἥμην ἐν τῷ οἴκῳ μου καὶ εὐθαλῶν.