Daniel (Theodotionis versio)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905
καὶ ἐντραπείησαν πάντες οἱ ἐνδεικνύμενοι [*](Β) τοῖς δούλοις σου κακά, καὶ καταισχυνθείησαν ἀπὸ πάσης τῆς δυναστείας, καὶ ἡ ἰσχὺς αὐτῶν συντριβείη,
γνώτωσαν ὅτι σὺ κἶ Κύριος θεὸς μόνος καὶ ἔνδοξος ἐφʼ ὅλην τὴν οἰκουμένην.
Καὶ οὐ διέλειπον οἱ ἐμβάλλοντες αὐτοὺς ὑπηρέται τοῦ βασιλέως καίοντες τὴν κάμινον νάφθαν καὶ πίσσαν καὶ στιππύον καὶ κληματίδα.
καὶ διεχεῖτο ἡ φλὸξ ἐπάνω τῆς καμίνου ἐπὶ πήχεις τεσσεράκοντα ἐννέα,
καὶ διώδευσεν καὶ ἐνεπύρισεν οὓς εὗρεν περὶ τὴν κάμινον τῶν Χαλδαίων.
ὁ δὲ ἄγγελος Κυρίου συνκατέβη ἄμα τοῖς περὶ τὸν Ἀζαρίαν εἰς τὴν κάμινον, καὶ ἐξετίναξεν τὴν φλόγα τοῦ πυρὸς ἐκ τῆς καμίνου,
καὶ ἐποίησεν τὸ μέσον τῆς καμίνου ὡς πνεῦμα δρόσου διασυρίζον· καὶ οὐχ ἥψατο αὐτῶν τὸ καθόλου τὸ πῦρ, καὶ οὐκ ἐλύπησεν οὐδὲ παρηνώχλησεν αὐτοῖς.