Ezechiel

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Καὶ σύ, υἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ τὰς θυγατέρας τοῦ λαοῦ σου τὰς προφητευούσας ἀπὸ καρδίας αὐτῶν, καὶ προφήτευσον ἐπʼ αὐτὰς

καὶ ἐρεῖς [*](AQ)[*](6 Κυριος 2⁰] pr ο A 7 ουχ] ουχι A εορακατε Q μαντιας A ειρηκατε] + και λεγεται (ελεγετε Q) φησιν κς και εγω ουκ ελαλησα (-ληκα A) AQ) 8 Κυριος bis] pr αδωναι AQ αι μαντειαι (-πιαι A)] om αι Q | δια του B* (δ. τουτο Bᵃᵇ) 9 παιδια A διοτι] οτι A | Κυριος] pr ειμι αδωναι A pr αδωναι ) 10 επλανησαν τον λαον μου AQ ειρηνη 1⁰] +ειρηνη A ην] εστιν AQ) τοιχον] pr τον A αυτοι] αλλοι A αυτον] improb ν Aᵃ?ᵛiᵈ πεσειται] om A αφροσυνη Q α αναλον σʼ αναρτυτω Qᵐᵍ 11 ει- πον] σʼ ειπε Qmg αλειφοντας] +αυτον AQmg πεσειται] pr αφροσυνη Q πεσειται Qmg 12 om ουκ A 13 Κυριος] pr αδωναι AQ θυμου] +μου Q επαξω εν θυμω A 14 πεσειται 1⁰] pr και A συντελεσθη- σεσθε] συντελεσθησεται A 15 πεσειται] pr και A ουδε] ουδ Q 16 οι ορωντες] om οι A αυτη] αυτην Aa? | ειρηνην] ειρηνη Q ουκ εστιν ειρηη A | Κυριος] pr αδωναι AQ 18 ερεις] +προς αυτας A* (improb Aa?) )

407
Τάδε λέγει Κύριος Οὐαὶ ταῖς συνραπτούσαις προσκεφάλαια ὑπὸ [*](Β) πάντα ἀγκῶνα χειρὸς καὶ ποιούσαις ἐπιβόλαια ἐπὶ πᾶσαν κεφαλὴν πάσης ἡλικίας, τοῦ διαστρέφειν ψυχάς. αἱ ψυχαὶ διεστράφησαν τοῦ λαοῦ μου, καὶ ψυχὰς περιεποιοῦντο,

καὶ ἐβεβήλουν με πρὸς τὸν λαόν μου ἕνεκεν δρακὸς κριθῶν καὶ ἕνεκεν κλασμάτων ἄρτων, τοῦ ἀποκτεῖναι ψυχὰς ἃς οὐκ ἔδει ἀποθανεῖν, καὶ τοῦ περιποιήσασθοι ψυχὰς ἃς οὐκ ἔδει ζῆσαι, ἐν τῷ ἀποφθέγγεσθαι ὑμᾶς λαῷ εἰσακούοντι μάταια ἀποφθέγματα.

διὰ τοῦτο τάδε λέγει κύριος Κύριος Ἰδοὺ ἐγὼ ἐπὶ τὰ προσκεφάλαια ὑμῶν, ἐφʼ ἃ ὑμεῖς συστρέφετε ἐκεῖ ψυχάς. καὶ διαρρήξω αὐτὰ ἀπὸ τῶν βραχιόνων ὑμῶν, καὶ ἐξαποστελῶ τὰς ψυχὰς ἃς ὑμεῖς ἐκστρέφετε τὰς ψυχὰς αὐτῶν εἰς διασκορπισμόν,

καὶ διαρρήξω τὰ ἐπιβόλαια ὑμῶν, καὶ ῥύσομαι τὸν λαόν μου ἐκ χειρὸς ὑμῶν, καὶ οὐκέτι ἔσονται ἐν χερσὶν ὑμῶν εἰς συστροφήν· καὶ ἐπιγνώσεσθε διότι ἐγὼ Κύριος.

ἀνθʼ ὧν διεστρέφετε καρδίαν δικαίου, καὶ ἐγὼ οὐ διέστρεφον αὐτόν, καὶ τοῦ κατισχῦσαι χεῖρας ἀνόμου τὸ καθόλου μὴ ἀποστρέψαι ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς καὶ ζῆσαι αὐτόν,

διὰ τοῦτο ψευδῆ οὐ μὴ ἴδητε, καὶ μαντείας οὐ μὴ μαντεύσησθε ἔτι, καὶ ῥύσομαι τὸν λαόν μου ἐκ χειρὸς ὑμῶν· καὶ γνώσεσθε ὅτι ἐγὼ Κύριος.

Καὶ ἦλθον πρὸς μέ ἐκ τῶν πρεσβυτέρων ἄνδρες τοῦ Ἰσραήλ, καὶ ἐκάθισαν πρὸ προσώπου μου.