Ezechiel
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905
καὶ ὁ ἄρχων ἐν μέσῳ αὐτῶν ἐπʼ ὤμων ἀρθήσεται, καὶ κεκρυμμένος ἐξελεύσεται διὰ τοῦ τοίχου, καὶ διορύξει τοῦ ἐξελθεῖν αὐτὸν δι᾿ αὐτοῦ· τὸ πρόσαοπον αὐτοῦ συνκαλύψει ὅπως μὴ ὁραθῇ ὀφθαλμῷ, καὶ αὐτὸς τὴν γῆν οὐκ ὄψεται.
καὶ ἐκπετάσω τὸ δίκτυόν μου ἐπʼ αὐτόν, καὶ συλλημφθήσεται ἐν τῆ περιοχῇ μου, καὶ ἄξω αὐτὸν εἰς Βαβυλῶνα εἰς γῆν Χαλδαίων, καὶ αὐτὴν οὐκ ὄψεται, καὶ ἐκεῖ τελευτήσει.
καὶ πάντας τοὺς κύκλῳ αὐτοῦ τοὺς βοηθοὺς αὐτοῦ καὶ πάντας τοὺς ἀντιλαμβανομένους αὐτοῦ διασπερῶ εἰς πάντα ἄνεμον, καὶ ῥομφαίαν ἐκκενώσαο ὀπίσω αὐτῶν.
καὶ γνώσονται διότι ἐγὼ Κύριος, ἐν τῷ διασκορπίσαι με αὐτοὺς ἐν τοῖς ἔθνεσιν, καὶ διασπερῶ αὐτοὺς ἐν ταῖς χώραις.
καὶ ὑπολείψομαι ἐξ αὐτῶν ἄνδρας ἀριθμῷ ἐκ ῥομφαίας καὶ ἐκ λιμοῦ καὶ ἐκ θανάτου, ὅπως ἐκδιηγῶνται πάσας τὰς ἀνομίας αὐτῶν ἐν τοῖς ἔθνεσιν οὗ εἰσήλθοσαν ἐκεῖ, καὶ γνώσονται ὅτι ἐγὼ Κύριος.
Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μέ λέγων
Υἱὲ ἀνθρώπου, τὸν ἄρτον σου μετʼ ὀδύνης φάγεσαι, καὶ τὸ ὕδωρ μετὰ βασάνου καὶ θλίψεως πίεσαι
καὶ ἐρεῖς πρὸς τὸν λαὸν τῆς γῆς Τάδε λέγει Κύριος τοῖς κατοικοῦσιν Ἰερουσαλὴμ ἐπὶ τῆς γῆς τοῦ Ἰσραήλ Τοὺς ἄρτους αὐτῶν μετʼ ἐνδείας φάγονται, καὶ τὸ ὕδωρ αὐτῶν μετὰ ἀφανισμοῦ πίονται, ὅπως ἀφανισθῇ ἡ γῆ σὺν πληρώματι [*](AQ)[*](7 σκευη (sub ?? οι γ' Qtxt et ᵐᵍ) εξηνεγκα] εξηνεγκα ως σκευη A +ως σκευη Q αχμαλωσιας] incep αισχ A* (σ 1⁰ improb Aᵃ?) διωρυξα] ωρυξα A τοιχον] +τη χειρι AQ) κεκρυμμενως Q ανεληφθην Qᵃ 9 ειπον Q |του Ισραηλ] om του A οικος 2⁰ sup ras Bᵃᵇ om A ο παραπικραινων] παραπ. εστν Q 10 ο αρχων και ο αφηγουμενος] ειπον (improb A?) τω αρχοντι και τω αφηγουμενω A τω αρχοντι ӄ τω αφηγουμενω Qmg om εν 1⁰ A 11 τερατα] incep ε (improb Q?) ποιω] +εμμεσω αυτης A αυτω] αυ- τοις A 12 αρχων] +αστων A | αυτων] αυτης A διορυξει] ορξει A συγκαλυψει BᵃᵇQ 13 συλληφθησεται Qᵃ 14 παντα] + τα| B* (non inst Bᵇ) εκκενωσω] εκχεω AQ σʼ γυμνωσω Qmg 15 διοτι] οτι Q 16 εκδιηγησωνται A om πασας A εισ ηλθοσαν B* ει| σηλθ. Bᵃ 18 οδυ. νης] ενδειας Q* (οδ. Qmg) | υδωρ] + σου A θλιψεως] εκθλιφεως A 19 Κυ. ριος] pr αδωναι AQ επι] pr και Qmg | πληρωματι] pr τω AQ)
καὶ αἱ [*](Β) πόλεις αὐτῶν αἱ κατοικούμεναι ἐξερημωθήσονται, καὶ ἡ γῆ εἰς ἀφανιμὸν ἔσται· καὶ ἐπιγνώσεσθε διότι ἐγὼ Κύριος.
Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ λέγων
Υἱὲ ἀνθρώπου, τίς ἡ παραβολὴ ὑμῖν ἐπὶ τῆς γῆς τοῦ Ἰσραήλ, λέγοντες Μακραὶ αἱ ἡμέραι, ἀπόλωλεν ὅρασις;
διὰ τοῦτο εἰπὸν πρὸς αὐτοὺς Τάδε λέγει Κύριος Καὶ ἀποστρέψω τὴν παραβολὴν ταύτην, καὶ οὐκέτι μὴ εἴπωσιν τὴν παραβολὴν ταύτην οἶκος τοῦ Ἰσραήλ· ὅτι λαλήσεις πρὸς αὐτούς Ἠγγίκασιν αἱ ἡμέραι καὶ λόγος πάσης ὁράσεως.
ὅτι οὐκ ἔσται ἔτι πᾶσα ὅρασις ψευδὴς καὶ μαντευόμενος τὰ πρὸς χάριν ἐν μέσῳ τῶν υἱῶν Ἰσραήλ.
διότι ἐγὼ Κύριος λαλήσω τοὺς λόγους μου, λαλήσω καὶ ποιήσω, καὶ οὐ μὴ μηκύνω ἔτι· ὅτι ἐν ταῖς ἡμέραις ὑμῶν, οἶκος ὁ παραπικραίνων, λαλήσω λόγον καὶ ποιήσαρ, λέγει Κύριος.
Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μέ λέγων
Υἱὲ ἀνθρώπου, ἰδοὺ οἶκος Ἰσραὴλ ὁ παραπικραίνων λέγοντες λέγουσιν Ἡ ὅρασις ἣν οὗτος ὁρᾷ εἰς ἡμέρας πολλάς, καὶ εἰς καιροὺς μακροὺς οὗτος προφητεύει.
διὰ τοῦτο εἰπὸν πρὸς αὐτοὺς Τάδε λέγει Κύριος Οὐ μὴ μηκύνωσιν οὐκέτι πάντες οἱ λόγοι μου σὓς ἂν λαλήσω· λαλήσω καὶ ποιήσω, λέγει Κύριος.
Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μέ λέγων
Υἱὲ ἀνθρώπου, προφήτευσον ἐπὶ τοὺς προφήτας τοῦ Ἰσραήλ, καὶ προφητεύσεις καὶ ἐρεῖς πρὸς αὐτούς Ἀκούσατε λόγον Κυρίου
Τάδε λέγει Κύριος Οὐαὶ τοῖς προφητεύουσιν ἀπὸ καρδίας αὐτῶν, καὶ τὸ καθόλου μὴ βλέπουσιν.