Jeremias
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905
καὶ εἶπεν Κύριος πρὸς μέ Καλῶς ἑώρακας, διότι ἐγρήγορα ἐγὼ ἐπὶ τοὺς λόγους μου τοῦ ποιῆσαι αὐτοὺς.
καὶ ἐγένετο λόγος Κυρίου πρὸς μέ ἐκ δευτέρου λέγων Τί σὺ ὁρᾷς; καὶ εἶπα Λέβητα ὑποκαιόμενον, καὶ τὸ πρόσωπον αὐτοῦ ἀπὸ προσώπου βορρᾶ.
καὶ εἶπεν Κύριος πρὸς μέ Ἀπὸ προσώπου βορρᾶ ἐκκαυθήσεται τὰ κακὰ ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν.
διότι ἰδοὺ ἐγὼ συνκαλῶ πάσας τὰς βασιλείας ἀπὸ βορρᾶ τῆς γῆς, λέγει Κύριος, καὶ ἥξουσιν καὶ θήσουσιν ἕκαστος τὸν θρόνον αὐτοῦ ἐπὶ τὰ πρόθυρα τῶν πυλῶν Ἰερουσαλὴμ καὶ ἐπὶ πάντα τὰ τείχη τὰ κύκλῳ αὐτῆς καὶ ἐπὶ πάσας τὰς πόλεις Ἰούδα.
καὶ λαλήσω πρὸς αὐτοὺς μετὰ κρίσεως περὶ πάσης τῆς κακίας αὐτῶν, ὡς ἐνκατέλιπόν με καὶ ἔθυσαν θεοῖς ἀλλοτρίοις καὶ προσεκύνησαν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν.
καὶ σὺ περίζωσαι τὴν ὀσφύν σου καὶ ἀνάστηθι καὶ εἰπὸν πάντα ὅσα ἂν ἐντείλωμαί σοι· μὴ φοβηθῇς ἀπὸ προσώπου αὐτῶν μηδέ πτοηθῇς ἐναντίον αὐτῶν, ὅτι μετὰ σοῦ εἰμὶ τοῦ ἐξαιρεῖσθαί σε, λέγει Κύριος.
ἰδοὺ τέθεικά σε ἐν τῇ σήμερον ἡμέρᾳ ὡς πόλιν ὀχυρὰν καὶ ὡς τεῖχος χαλκοῦν, ὀχυροῦν πᾶσιν τοῖς βασιλεῦσιν Ἰούδα καὶ τοῖς ἄρχουσιν αὐτοῦ καὶ τῷ λαῷ τῆς γῆς·
καὶ πολεμήσουσίν σε καὶ οὐ μὴ δύνωνται πρὸς σέ, διότι μετὰ σοῦ ἐγώ εἰμι τοῦ ἐξαιρεῖσθαί σε, εἶπεν Κύριος.
Καὶ εἶπεν Τάδε λέγει Κύριος Ἐμνήσθην ἐλέους νεότητός σου καὶ ἀγάπης τελειώσεως αὐτοῦ, ἐξακολουθῆσαί σε τῷ ἁγίῳ Ἰσραήλ, [*](U+05D0AQ)[*](11 συ] σοι U+05D0 | ορας] + Ιερεμια U+05D0AQ | καρινην U+05D0* (καρυιν.U+05D0c.a) καρυην. A + α΄σ΄θ΄ ?? εγω ορω Qᵐᵍ 12, 13 om U+05D0* (hab U+05D0c.a mg inf) 12 εορακας Q 13 εκ δευτερου προς με U+05D0c.a | υποκαιομενον (-κεομ. U+05D0c.a)] +α΄θ΄ ?? εγω ορω Qmg 14 βορρα] πορρα U+05D0 | κακα| επι π. τ. κατοικ. την in mg et sup ras Aᵃ 15 συγκαλω BᵃᵇQ | βασιλειας] + α΄θ΄ ?? βασιλειων Qmg βορρα] pr προσωπου A | πασας τας] πασας τ sup ras B¹fort 16 περι πασης της κακ. ουτων (ων sup ras Aa) μετα κρισεως A | εγκατελιπον Bᵃᵇ εγκατελειπον AQ | μεν U+05D0* (με U+05D0?) 17 ειπον] + προς αυτους U+05D0AQ | αν] εαν U+05D0 | incep προσωπα U+05D0* (-που U+05D0c.b) | ουτων 1°] ων sup ras Aᵃ | ειμι] pr εγω U+05D0AQ | εξαιρεσθαι A* (-ρεισθ. A?) 18 ιδου] pr σ΄ ?? εγω δε Qmg | οχυραν] + α΄θ΄ ?? ӄ εις στυλον σιδηρουν Qᵐᵍ | τειχος] τιχον A* (τιχος Aᵃ?) | χαλκου A | οχυρουν] οχυρον BᵇAQ ισχυρον U+05D0 | πασιν] σπασιν U+05D0AQ | αυτου] αυτω A* ουτων A¹ + θ΄ ?? κ τοις ιερευσιν ουτων Qᵐᵍ 19 πολεμησωσιν U+05D0 | διοτι] οτι U+05D0 | εγω μετα σου ειμι U+05D0A μετα σου ειμι εγω Q | εξαιρεισθαι] εξερεσθαι U+05D0* (εξαιρεσθαι U+05D0c.b) | ειπεν] λεγει AQ II 2 και 1°] pr θ΄ ?? (1) ӄ εγενετο λογος κυ προς με λεγω| πορευθητι και αναγνωθι ε| τοις ωσι| υιων Ιερουσαλημ Qmg | εμνησθην] σοι Qᵐᵍ | τελειωσεως] τελιοτητος U+05D0 | αυτου] σου τω U+05D0* σου του U+05D0c.a,c.bAQ)
ἅγιος Ἰσραὴλ τῷ κυρίῳ, ἀρχὴ γενημάτων αὐτοῦ· [*](B) πάντες οἱ ἔσθοντες αὐτὸν πλημμελήσουσιν, κακὰ ἥξει ἐπʼ αὐτούς. φησὶν Κύριος.
Ἀκούσατε λόγον Κυρίου, οἶκος Ἰαωὼβ καὶ πᾶσα πατριὰ οἴκου Ἰσραήλ.
τάδε λέγει Κύριος Τί εὕροσαν οἱ πατέρες ὑμῶν ἐν ἐμοὶ πλημμέλημα, ὅτι ἀπέστησαν μακρὰν ἀπʼ ῤμοῦ, καὶ ἐπορεύθησαν ὀπίσω τῶν ματαίων καὶ ἐματαιώθησαν; καὶ οὐκ εἶπαν Ποῦ ἐστιν Κύριος ὁ ἀναγαγὼν ἡμᾶς ἐκ γῆς Αἰγύπτου, ὁ καθοδηγήσας ἡμᾶς ἐν τῇ ἐρήμφῳ ἐν γῇ ἀπείρῳ καὶ ἀβάτῳ, ἐν γῇ ἀνύδρῳ καὶ ἀκάρπῳ, ἐν γῇ ἐν ᾗ οὐ διώδευσεν ἐν αὐτῇ οὐθὲν καὶ οὐ κατῴκησεν ἄνθρωπος ἐκεῖ;
καὶ ἤγαγον ὑμῆς εἰς τὸν Κάρμηλον, τοῦ φαγεῖν ὑμᾶς τοὺς καρποὺς αὐτοῦ καὶ τὰ ἀγαθὰ αὐτοῦ· καὶ εἰσήλθατε καὶ ἐμιάνατε τὴν γῆν μου, καὶ τὴν κληρονομίαν μου ἔθεσθε εἰς βδέλυγμα.
οἱ ἱερεῖς οὐκ εἶπαν Ποῦ ἐστιν Κύριος; καὶ οἱ ἀντεχόμενοι τοῦ νόμου οὐκ ἠπίσταντό με, καὶ οἱ ποιμένες ἠσέβουν εἰς ἐμέ, καὶ οἱ προφῆται ἐπροφήτευον τῇ Βάαλ καὶ ὀπίσω ἀνωφελοῦς ἐπορεύθησαν.