Isaias
Septuaginta
Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.
καὶ στενάξουσιν οἱ ἁλεεῖς, καὶ στενάξουσιν πάντες οἱ βάλλοντες ἄγκιστρον εἰς τὸν ποταμόν, καὶ οἱ βάλλοντες σαγήνας καὶ οἱ ἀμφιβολεῖς πενθήσουσιν.
καὶ αἰσχύνη λήμψεται τοὺς ἐργαζομένους τὸ λίνον τὸ σχιστὸν καὶ τοὺς ἐργαζομένους τὴν βύσσον,
καὶ ἔσονται οἱ διαζόμενοι αὐτὰ ἐν ὀδύνῃ, καὶ πάντες οἱ τὸν ζῦθον ποιοῦντες λυπηθήσονται καὶ τὰς ψυχὰς πονέσουσιν.
καὶ μωροὶ ἔσονται οἱ ἄρχοντες Τάνεως· οἱ σοφοὶ σύμβουλοι τοῦ βασιλέως, ἡ βουλὴ αὐτῶν μωρανθήσεται. πῶς ἐρεῖτε τῷ βασιλεῖ Υἱοὶ συνετῶν ἡμεῖς, υἱοὶ βασιλέων τῶν ἐξ ἀρχῆς;
ποῦ εἰσιν νῦν οἱ σοφοί σου; καὶ ἀναγγειλάτωσάν σοι καὶ εἰπάτωσαν τί βεβούλευται Κύριος σαβαὼθ ἐπ᾿ Αἴγυπτον.
ἐξέλιπον οἱ ἄρχοντες Τάνεως, καὶ ὑψώθησαν οἱ ἄρχοντες Μέμφεως, καὶ πλανήσουσιν Αἴγυπτον κατὰ φυλάς.
Κύριος γὰρ ἐκέρασεν αὐτοῖς [*](ΧΙΧ 1 η καρδια. . .ηττηθησεται MSS exc A 49 106. 2 επεγερθησεται] pr και ℵc.a al pr πολεμησει και ℵ* om Β* pl txt A 36 106. 3 om και τους γνωστας BQ 31 (cf 1 Sam xxviii 3). 6 και εν π. ελει] και παν ελος 22 al. 7 om παν 2° B*. 8 αγκιστρα Β 109 305. 10 διαζομενοι ℵc.b vid 26 49 106 301] διαλογιζομενοι ΑQ* εργαζομενοι ℵ*ΒQ mg pl. ποιουντες τον ζυθον Β(Γ) pl. 13 εξελειπον ΑQ*Γ 301.)
καὶ οὐκ ἔσται τοῖς Αἰγυπτίοις ἔργον ὃ ποιήσει κεφαλὴν καὶ οὐράν, ἀρχὴν καὶ τέλος.
Τῇ δὲ ἡμέρᾳ. ἐκείνῃ ἔσονται οἱ Αἰγύπτιοι ὡς γυναῖκες ἐν φόβῳ καὶ ἐν τρόμῳ ἀπὸ προσώπου τῆς χειρὸς Κυρίου σαβαὼθ ἢν αὐτὸς ἐπιβαλεῖ αὐτοῖς.
καὶ ἔσται ἡ χώρα τῶν Ἰουδαίων τοῖς Αἰγυπτίοις εἷς φόβητρον· πᾶς ὃς ἂν ὀνομάσῃ αὐτὴν αὐτοῖς, φοβηθήσονται διὰ τὴν βουλὴν Κυρίου σαβαώθ, ἣν βεβούλευται Κύριος ἐπ’ αὐτήν.
Τῆ ἡμέρᾳ ἐκείνῃ ἔσονται πέντε πόλεις ἐν Αἰγύπτῳ λαλοῦσαι τῇ γλώσσῃ τῇ Χανανίτιδι καὶ ὀμνύουσαι τῷ ὀνόματι Κυρίου· πόλις ἁσεδὲκ κληθήσεται ἦ μία πόλις.
Τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται τὸ θυσιαστήριον τῷ κυρίῳ ἐν χώρᾳ Αἰγυπτίων, καὶ στήλη πρὸς τὸ ὅριον αὐτῆς τῷ κυρίῳ,
καὶ ἔσται εἰς σημεῖον εἰς τὸν αἰῶνα Κυρίῳ ἐν χώρᾳ Αἰγύπτου· ὅτι κεκράξονται πρὸς Κύριον διὰ τοὺς θλίβοντας αὐτούς, καὶ ἀποστελεῖ αὐτοῖς Κύριος ἄνθρωπον ὃς σώσει αὐτούς, κρίνων σώσει αὐτούς.
καὶ γνωστὸς ἔσται Κύριος τοῖς Αἰγυπτίοις· καὶ γνώσονται οἱ Αἰγύπτιοι τὸν κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ποιήσουσιν θυσίας, καί εὔξονται εὐχὰς τῷ κυρίῳ καὶ ἀποδώσουσιν.