Isaias
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905
καὶ εἶπέν μοι Δοῦλός μου. εἶ σύ, Ἰσραήλ, καὶ ἐν σοὶ ἐνδοξασθήσομαι.
καὶ ἐγὼ εἶπα Κενῶς ἐκοπίασα, εἰς μάταιον καὶ εἰς οὐδὲν ἔδωκα τὴν ἰσχύν μου· διὰ τοῦτο ἡ κρίσις μου παρὰ Κυρίῳ, καὶ ὁ πόνος μου ἐναντίον τοῦ θεοῦ μου.
καὶ νῦν οὕτως λέγει Κύριος ὁ πλάσας με ἐκ κοιλίας δοῦλον ἑαυτῷ τοῦ συναγαγεῖν τὸν Ἰακὼβ πρὸς αὐτὸν καὶ Ἰσραήλ Συναχθήσομαι καὶ δοξασθήσομαι ἐναντίον Κυρίου, καὶ ὁ θεὸς ἔσται μοι ἰσχύς.