Isaias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

ὅτι ἐγὼ Κύριος ὁ θεός σου, ὁ ἅγιος Ἰσραήλ, ὁ σώζων σε· ἐποίησά σου ἄλλαγμα Αἴγυπτον καὶ Αἰθιοπίαν, καὶ Σοήνην ὑπέρ σοῦ.

ἀφʼ οὖ ἔντιμος ἐγένου ἐναντίον ἐμοῦ, ἐδοξάσθης καὶ ἐγώ σε ἠγάπησα, καὶ δώσω ἀνθρώπους ὑπέρ σοῦ καὶ ἄρχοντας ὑπέρ τῆς κεφαλῆς σου.

μὴ φοβοῦ, ὅτι μετὰ σοῦ εἰμι· ἀπὸ ἀνατολῶν ἄξω τὸ σπέρμα σου, καὶ ἀπὸ δυσμῶν συνάξω σε.