Isaias
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905
ὅτι ἐξ Ἰερουσαλὴμ ἔσονται οἱ καταλελιμμένοι, καὶ οἱ σωζόμενοι ἐξ ὄρους Σειών· ὁ ζῆλος Κυρίου σαβαὼθ ποιήσει ταῦτα.
διὰ τοῦτο οὕτως λέγει Κύριος ἐπὶ βασιλέα Ἀσσυρίων Οὐ μὴ εἰσέλθῃ εἰς τὴν πόλιν ταύτην, οὐδὲ μὴ βάλῃ ἐπʼ αὐτὴν βέλος, οὐδὲ μὴ ἐπιβάλῃ ἐπʼ αὐτὴν θυρεόν, οὐδὲ μὴ κυκλώσῃ ἐπʼ αὐτὴν χάρακα·
ἀλλὰ τῇ ὁδῷ ᾗ ἦλθεν, ἐν αὐτῇ ἀποστραφήσεται, καὶ εἰς τὴν πόλιν ταύτην οὐ μὴ εἰσέλθῃ. τάδε λέγει Κύριος