Isaias
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905
Γυναῖκες πλούσιαι, ἀνάστητε καὶ ἀκούσατε τῆς φωνῆς μου· θυγατέρες ἐν ἐλπίδι, εἰσακούσατε λογους μου.
ἡμέρας ἐνιαυτοῦ μνείαν ποιήσασθε ἐν ὀδύνῃ μετʼ ἐλπίδος· ἀνήλωται ὁ τρυγητός, πέπαυται, οὐκέτι μὴ ἔλθῃ.
ἔκστητε, λυπήθητε αἱ πεποιθυῖαι, ἐκδύσασθε, γυμναὶ γένεσθε, περιζώσασθε τὰς ὀσφῦς
καὶ ἐπὶ τῶν μαστῶν κόπτεσθε, ἀπὸ ἀγροῦ ἐπιθυμήματος καὶ ἀμπέλου γενήματος.
γῆ τοῦ λαοῦ μου, ἄκανθα καὶ χόρτος ἀναβήσεται, καὶ ἐκ πάσης οἰκίας εὐφροσύνη ἀρθήσεται· πόλις πλουσίαι,
οἶκοι ἐγκαταλελιμμένοι πλοῦτον πόλεως ἀφήσουσιν, οἴκους ἐπιθυμήματος· καὶ ἔσονται αἱ κῶμαι σπήλαια ἕως τοῦ αἰῶνος, εὐφροσύνη ὄνων ἀγρίων, βοσκήματα ποιμένων,
ἕως ἂν ἔλθῃ ἐφʼ ὑμᾶς πνεῦμα ἀφʼ ὑψηλοῦ. καὶ ἔσται ἔρημος ὁ Χερμέλ, καὶ ὁ Χερμελ εἰς δρυμὸν λογισθήσεται.
καὶ ἀναπαύσεται ἐν τῇ ἐρήμῳ κρίμα, καὶ δικαιοσύνη ἐν τῷ Καρμήλῳ κατοικήσει·
καὶ ἔσται τὰ ἔργα τῆς δικαιοσύνης εἰρήνη, καὶ κρατήσει ἡ δικαιοσύνη ἀνάπαυσιν, 'αὶ πεποιθότες ἕως τοῦ αἰῶνος·
καὶ οἰκήσει ὁ λαὸς αὐτοῦ ἐν πόλει εἰρήνης καὶ ἐνοικήσει [*](U+05D0AQ) [*](6 μωρα λαλησει] ρα λαλησ sup ras A αυτου] ουτων A πλανησεν U+05D0* (-σειν U+05D0c.a -σιν U+05D0c.b) διασπειραι] διαφθειραι A διψωσας] πινωσας U+05D0* (διψ. U+05D0c.a,c.b) | κενας] καινας U+05D0* et inst (κεν. U+05D0?) ποιησαι U+05D0AQ 7 βουλευσεται] βουλευεται U+05D0* (-σεται U+05D0c.a) A οι γ΄ εβουλευσατο Qmg λογους] λογισμοις A 9 αναστητε] + οι γ΄ ?? δη Qmg εισακουσατε] αλουσατε U+05D0* (εισαλ. U+05D0d.a) AQ λογους] pr τους U+05D0c.b AQ α΄ λογιον σ΄ τας ρησεις θ΄ τα ρηματα Qmg 10 μετ] μετα U+05D0* A πεπαυται ελθη] σ’ συλλογη ου μη ελθη σ΄ εκωλυθη ινα μη ελθη Qᵐᵍ πεπαυται] ο σπορος και U+05D0AQ 11 εκστητε] pr ευθηνουσ, Qmg περιζωσασθε (π sup ras Bavid)] + σακκους U+05D0A α΄ ӄ ζωσασθαι Qmg οσηφυς (-φυας Bb(vid) U+05D0AQ)] + υμων U+05D0 α΄ επι οσφυας Qᵐᵍ 12 μασθων A απο] περι U+05D0c.bA α΄ επι θ΄ρ΄ περι Qᵐᵍ 13 αρθησεται sub Q 14 εγκαταλελειμμενοι Bab εγκαταλεμ μ. U+05D0* (εγκαταλελιμμ. U+05D0c.a,(b vid) | πολεων Q* (-ως Qmg) αφησουσιν (in σι ras aliq B?) επιθυμηματος] και οικους επι- θυμητο ς αφησουσιν U+05D0c.bAQ σπηλαια] in π ras aliq B? 15 ελθη] επελθη U+05D0AQ | υμας ημας U+05D0* (υμ. U+05D0c.b) εσται ερημος] inter ι et e ras aliq B? 15—16 λογισθησεται και] in ται κ ins aliq B? 16 τω Καρμ.] in τω ras aliq B? 17 δικαιοσύνης (δικαιωσ. A)] δικαιοσυνην U+05D0* (-νης U+05D0c.a,c.b) | πεποιθοτες. αιωνος] άσ΄ πεποιθησεις (ς superscrr) εως αιωνος θ΄ κλπις εως (τ- αιων.| Qmg πεποιθοτες pr οι U+05D0* + εσονται U+05D0c.bA 18 οικησει] κατοικησει U+05D0 (-σι) AQ in ο λαος emend aliq U+05D0¹ vid a)
ἡ δέ χάλαζα ἐὰν [*](B) καταβῇ, οὐκ ἐφ᾿ ὑμάς ἥξει. καὶ ἔσονται οἱ ἐνοικοῦντες ἐν τοῖς δρυμοῖς πεποιθὸτες ὡςς ἐν τῆ πεδινῇ.
μακάριοι οἰ σπείροντες ἐπὶτες πᾶν ὔδωρ, οὗ βοῦς καὶ ὄνος πατεῖ.
Οὐαὶ τοῖς ταλαιπωροῦσιν ὑμᾶς, ὑμᾶς δὲ οὐδεὶς ποιεῖ ταλαιπώρους, καὶ ὁ ἀθετῶν ὑμᾶς οὐκ ἀθετεῖ· ἁλώσονται οἱ ἀθετοῦντες καὶ παραδοθήσονται, καὶ ὡς σὴς ἐφʼ ἱματίου οὕτως ἡττήσονται.
Κύριε, ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν· ἐγενήθη τὸ σπέρμα τῶν ἀπειθούντων εἰς ἀπώλειαν, ἡ δέ σωτηρία ἡμῶν ἐν καιρῷ θλίψεως.
διὰν τοῦ φόβου ἐξέστησαν λαοὶ ἀπὸ τοῦ φόβου σου καὶὶ διεσπάρησαν τὰ ἔθνη.
νῦν δέ συναχθήσεται τὰ σκῦλα ὑμῶν μικροῦ καὶ μεγάλου· ὃν τροπον ἐαν τις συναγάγῃ ἀκρίδα, οὕτως ἐμπαίξουσιν ὑμῖν.
ἅγιος ὁ θεὸς ὁ κατοικῶν ἐν ὑψηλῷ, ἐνεπλήσθη Σειῶν κρίσεως· καὶ δικαιοσύνῃ
ἐν νόμῳ παραδοθήσονται, ἐν θησαυρυῖς ἡ σωτηρία ἡμῶν, ἥκει σοφία καὶ ἐπιστήμη καὶ εὐσέβειαι πρὸς τὸν κύριον· οὗτοί εἰσιν θησαυροὶ δικαιοσύνης.
Ἰδοὺ δὴ ἐν τῷ φόβῳ ὑμῶν οὗτοι φοβηθήσονται· οὓς ἐφοβεῖσθε, βοήσονται ἀφ᾿ ὑμῶν· ἄγγελοι ἀποσταλήσονται πικρῶς κλαίοντες, παρακαλοῦντες εἰρήνην.
ἐρημωθήσονται γὰρ αἱ τούτων ὁδοί πέπαυται ὁ φόβος τῶν ἐθνῶν, καὶ ἡ πρὸς τούτους διαθήκη αἴρεται, καὶ οὐ μὴ λογισθήσεσθε αὐτοὺς ἀνθρώπους.