Isaias
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905
καὶ ἀνακαλύψουσιν τὰς πύλας Ἰούδα· καὶ ἐμβλέψονται τῇ ἡμέρᾳ ἐκείνῃ εἰς τοὺς ἐκλεκτοὺς οἴκους τῆς πόλεως,
καὶ ἀνακαλύψουσιν τὰ κρυπτὰ τῶν σἴκων τῆς ἄκρας Δαυείδ. καὶ εἴδοσαυ ὅτι πλείους εἰσίν, καὶ ὅτι ἀπέστρεψεν τὸ ὕδωρ τῆς ἀρχαίας κολυμβήθρας εἰς τὴν πόλιν,
καὶ ὅτι καθείλοσαν τοὺς οἴκους Ἰερουσαλὴμ εἰς ὀχυρώματα τείχους τῇ πόλει.
καὶ ἐποιήσατε ἑαυτοῖς ὕδωρ ἀνὰ μέσον τῶν δύο τειχῶνι ἐσώτερον τῆς κολυμβήθρας τῆς ἀρχαίας, καὶ οὐκ ἐνεβλέψατε εἰς τὸν ἀπʼ ἀρχῆς ποιήσαντα αὐτήν, καὶ τὸν κτίσαντα αὐτὴν οὐκ εἴδετε.
καὶ ἐκάλεσεν κύριος Κύριος σαβαὼθ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ κλαυθμὸν καὶ κοπετὸν καὶ ξύρησιν καὶ ζῶσιν σάκκων,