Isaias
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905
καὶ ῥίψει σε εἰς χώραν μεγάλην καὶ ἀμέτρητον, καὶ ἐκεῖ ἀποθανῇ· καὶ θήσει τὸ ἄρμα σου τὸ καλὸν εἰς ἀτιμίαν, καὶ τὸν οἶκον τοῦ ἄρχοντός σου,
καὶ ἀφαιρεθήσει ἐκ τῆς οἰκονομίας σου καὶ ἐκ τῆς στάσεώς σου.
καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ καλέσω τὸν παῖδά μου Ἐλιακεὶμ τὸν τοῦ Χελκίου,
καὶ ἐνδύσω αὐτὸν τὴν στολὴν σου, καὶ τὸν στέφανόν σου δώσω αὐτῷ κατὰ κράτος, καὶ τὴν οἰκονομίαν σου δώσω εἰς τὰς χεῖρας αὐτοῦ· καὶ ἔσται ὡς πατὴρ τοῖς ἐνοικοῦσιν ἐν Ἰερουσαλὴμ καὶ τοῖς ἐνοικοῦσιν ἐν Ἰούδᾳ.
καὶ δώσω τὴν δόξαν Δαυεὶδ αὐτῷ, καὶ ἄρξει, καὶ οὐκ ἔσται ὁ ἀντιλέγων, καὶ κλείσει καὶ οὐκ ἔστιν ὁ ἀνοί γων.