Isaias
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905
ἑτοίμασον τὴν τράπεζαν, φάγετε, πίετε· ἀναστάντες οἱ ἄρχοντες ἑτοιμάσατε θυρεούς,
ὅτι οὕτως εἶπεν πρὸς μέ Κύριος Βαδίσας σεαυτῷ στῆσον σκοπόν, καὶ ὃ ἂν ἴδῃς ἀνάγγειλον.
καὶ εἶδον ἀναβάτας ἱππεῖς δύο, καὶ ἀναβάτηνὄνου καὶ ἀναβάτην καμήλου. ἀκρόασαι ἀκρόασιν πολλήν, καὶ κάλεσον,
καὶ κάλεσον Οὐρείαν εἰς τὴν σκοπιάν. Κύριος εἶπεν Ἔστην διὰ παντὸς ἡμέρας, καὶ ἐπὶ τῆς παρεμβολῆς ἐγὼ ἔστην ὅλην τὴν νύκτα,
καὶ ἰδοὺ αὐτὸς ἔρχεται ἀναβάτης συνωρίδος. καὶ ἀποκριθεὶς εἶπεν Πέπτωκεν πέπτωκεν Βαβυλών, καὶ πάντα τὰ ἀγάλματα αὐτῆς καὶ τὰ χειροποίητα αὐτῆς συνετρίβη εἰς τὴν γῆν.