Isaias
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905
καὶ ἔσται εἰς σημεῖον εἰςτὸν αἰῶνα Κυρίῳ ἐν χώρᾳ Αἰγύπτου· ὅτι κεκράξονται πρὸς Κύριον διὰ τοὺς θλίβοντας αὐτούς, καὶ ἀποστελεῖ αὐτοῖς ἄνθρωπον ὃς σώσει αὐτούς, κρίνων σώσει αὐτοὺς.
καὶ γνωστὸς ἔσται Κύριος τοῖς Αἰγυπτίοις· καὶ γνώσονται οἱ Αἰγύπτιοι τὸν κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ποιήσουσιν θυσίας, καὶ εὔξονται εὐχὰς τῷ κυρίῳ καὶ ἀποδώσουσιν.
καὶ πατάξει Κύριος τοὺς Αἰγυπτίους πληγῇ, καὶ ἰάσεται αὐτοὺς ἰάσει, καὶ ἐπιστραφήσονται πρὸς Κύριον, καὶ εἰσακούσεται [*](U+05D0AQΓ) [*](13 εξελειπον AQ* ( λιπον Qα) Γ πλανησουσιν] οι γʼ επλανησα Qmg Αιγυπτον] pr τη (sic) Qmg vid 14 επλανησεν U+05D0 | Αιγυπτον] pr α᾿σ᾿θ᾿ ?? την Qmg | πασιν AΓ ουτων] οι γʼ αυτης Qmg 15 Bγυπτοιοις (sic) U+05D0* Αογ. U+05D0c.a c.b om και 3⁰ U+05D0AQΓ 16 τη δε ημερα εκ.] om δε Q (τη ημ. εκ. rescr vid) Εγυπτ. U+05D0* (Αιγ. U+05D0c.a, c.ᵇ: item 18, 21) om εν 2⁰ Q ην αυτος επιβα rescr vid Q? 17 χωραν A* (χωρα A¹?) σφοβηθρον] φο sup ras Bᵃᵇ φοβητρον U+05D0AQΓ εαν] αν B AQΓ ομοση (ονομ. U+05D0c.ᵇ⁽vid) ονομασει Γ αυ τοις αυτην U+05D0* (αυτην αυτοις U+05D0c.a ) την β.] την rescr vid B? + κυ σαβαωθ A Κυριος] + σαβαωθ Qᵐᵍ αυτην 2⁰] αυτους U+05D0* (.την U+05D0c.a c.b ) Q 18 τη ημερα] pr εν ?? εολεις] πολις Q* Αιγυπτω] pr οι γ ?? γη ᵐᵍ τη γλωσση om τη Q Κανανιτιδι U+05D0QAΓ ομνυντες] ομνυοντες U+05D0* οι ομνυοντ.Γ ομνυουσαι U+05D0c.aΑQ (superscr οΙ γʼ Q?) οι ο ομνυοντες Qmg Κυριου] + σαβαωθ Qmg ασεδεκ] ασεδ ηλιου U+05D0* (improb δηλιου U+05D0c.a ασεδεκ U+05D0c.aB ) σʼ ηλιου αʼθʼ αρες (αʼθαρες sic) κληθησεται] pr και U+05D0* (mox improb) 19 θυσιαστηριον] pr το A Αιγυπτιων] Αιγυπτου Q 20 εισημιον U+05D0* (εις σημ. U+05D0? ᵛⁱᵈ) αιωνα U+05D0* (να U+05D0c. ᵇ) Κυριω] κς U+05D0* (κω U+05D0c.a c. ᵇ) om προς Κυριον U+05D0* (hab U+05D0c.a αυτοις] + κς U+05D0AQΓ ανθρωπον ος σωκει αυτους] α᾿ σʼθʼ σρα οπερ ερμηνευεται Iς (sic) Qmg 21 και γνωστος] αι γνω sup ras Bᵃᵇ θυσιας] σʼ θυσα αʼ θυσια + ?? α’ και δωρω Qmg αποδωσωσειν U+05D0* (.σιν U+05D0c.a ᵇ) 22 πληγη] μεγαλη U+05D0ΑQ και ιασεται αυτους ιασει] θραυσει ӄ ιασι Qmg εισακουσεται εισακουσονται U+05D0* ( σεται U+05D0c επακουσεται AQ)
Tῇ ἡμέρᾳ ἐκείνῃ ἔσται [*](B) ὀδὸς Αἰγύπτου πρὸς Ἀσσυρίους, καὶ εἰσελεύσονται Ἀσσύριοι εἰς Αἴγυπτον· καὶ Αἰγύπτιοι πορεύσονται πρὸς Ἀσσυρίους, καὶ δουλεύσουσιν Αἰγύπτιοι τοῖς Ἀσσυρίοις.
Τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται Ἰσραὴλ τρίτος ἐν τοῖς Αἰγυπτίοις καὶ ἐν τοῖς Ἀσσυρίοις, εὐλογημένος ἐν τῇ γῇ
ἣν εὐλόγησεν Κύριος σαβαὼθ λέγων Εὐλογημένος ὁ λαός μου ὁ ἐν Αἰγύπτῳ καὶ ὁ ἐν Ἀσσυρίοις, καὶ ἡ γῆ κληρονομία μου, Ἰσραήλ.
Τοῦ ἔτους ὅτε εἰσῆλθε Ταναθὰν εἰς Ἀζωτον, ἡνίκα ἀπεστάλη ὑπὸ Ἄρνα βασιλέως Ἀσσυρίων καὶ ἐπολέμησεν τὴν Ἄζωτον καὶ λαβεν αὐτήν,
τότε ἐλάλησεν Κύριος πρὸς Ἠσαίον υἱὸν Ἀμὼς λέγων ΙΙορεύου καὶ ἄφελε τὸν σάκκον ἀπὸ τῆς ὀσφύος σου, καὶ τὰ σανδάλιά σου ὑπόλυσαι ἀπὸ τῶν ποδῶν σου, καὶ ποίησον οὕτως, πορευόμενος γυμνὸς καὶ ἀνυπόδετος.
καὶ εἶπεν Κύριος ὃν τρότπον πεπόρευται ὁ παῖς μου Ἰσαίας γυμνὸς καὶ ἀνυπόδετος τρία ἔτη, τρία ἔτη ἔσται εἰς σημεῖα καὶ τέρατα τοῖς Αἰγυπτίοις καὶ Αἰθίο ψιν·