Isaias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ ἐπεγερθήσονται Αἰχγύπτιοι [*](Β) ἐπʼ Αἰγυπτίους, καὶ πολεμήσει ἄνθρωπος τὸν ἀδελφὸν αὐχοῦ καὶ ἄνθρωπος τὸν πλησίον αὐτοῦ, πόλις ἐπὶ πόλιν καὶ νομὸς ἐπὶ νομόν.

καὶ ταραχθήσεται τὸ πνεῦμα τῶν Αἰγυπτίων ἐν αὐτοῖς, καὶ τὴν βουλὴν αὐτῶν διασκεδάσω, καὶ ἐπερωτήσουσιν τοὺς θεοὺς αὐτῶν καὶ τὰ ἀγάλματα αὐτῶν καὶ τοὺς ἐκ τῆς γῆς φωνοῦντας καὶ τοὺς ἐγγαστριμύθους.

καὶ παραδώσω Aἴγυπτον εἰς χεῖρας ἀνθρώπαων κυρίων σκληρῶν, καὶ βασιλεῖς σκληροὶ κυριεύσουσιν οὐτῶν. τάδε λέγει Κύριος σαβαώθ.

καὶ πίονται οἱ Αἰγύπτιοι ὕδωρ τὸ παρὰ θάλασσαν, ὁ δὲ ποταμὸς ἐκλείψει καὶ ξηρανθήσεται·

καὶ ἐκλείψουσιν οἱ ποταμοὶ καὶ αἱ διώρυχες τοῦ ποταμοῦ, καὶ ξηρανθήσεται πᾶσα σ υναγωγὴ ὕδατος καὶ ἐυ παντὶ ἕλει καλάμου καὶ παπύρου,

καὶ τὸ ἄχι τὸ χλωρὸν πᾶν τὸ κύκλῳ τοῦ ποταμοῦ καὶ τὸ σπειρόμενον διὰ τοῦ ποταμοῦ ξηρανθήσεται ἀνεμόφθορον.

καὶ στενάξουσιν οἱ ἁλεεῖς, καὶ στενάξουσιν πάντες οἱ βάλλοντες ἄγκιστρα εἰς τὸν ποταμόν, καὶ οἱ βάλλοντες σαγήνας καὶ οἱ ἀμφιβολεῖς πενθήσουσιν.

καὶ αἰσχύνη λήμψεται τοὺς ἐργαζομένους τὸ λίνον τὸ σχιστὸν καὶ τοὺς ἐργαζομένους τὴν βύσσον,

καὶ ἔσονται οἱ ἐργαζόμενοι αὐτὰ ἐν ὀδύνῃ, καὶ πάντες οἱ ποιοῦντες τὸν ζῦθον λυπηθήσονται καὶ τὰς ψυχὰς πονέσουσιν.