Isaias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

τῇ ἡμέρᾳ ἐκείνῃ πεποιθὼς ἔσται ὁ ἄνθρωπος ἐπὶ τῷ ποιήσαντι αὐτόν, οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν ἅγιον τοῦ Ἰσραὴλ ἐμβλέψονται,

καὶ οὐ μὴ πεποιθότες ὦσιν ἐπὶ τοῖς βωμοῖς οὐδὲ ἐπὶ τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν ἃ ἐποίησαν οἱ δάκτυλοι αὐτῶν, καὶ οὐκ ὄψονται τὰ δένδρα οὐδὲ τὰ βδελύγματα αὐτῶν.

τῇ ἡμέρᾳ ἐκείνῃ ἔσονται αἱ πόλεις σου ἐγκαταλελιμμέναι ὃν τρόπον κατέ. λιπον οἱ Ἀμορραῖοι καὶ οἱ Εύαῖοι ἀπὸ προσώπου τῶν υἱῶν Ἰσραήλ, αὶ ἔσονται ἔρημοι·

διότι κατέλιπες τὸν θεὸν τὸν σωτῆρά σου, καὶ υρίου τοῦ βοηθοῦ σου οὐκ ἐμνήσθης. διὰ τοῦτο φυτεύσεις φύευμα ἄπιστον καὶ σπέρμα ἄπιστον·

τῇ δὲ ἡμέρᾳ ᾗ ἂν φυτεύσῃς, πλανηθήσῃ· τὸ δὲ πρωὶ ἐὰν σπείρῃς, ἀνθήσει εἰς ἀμητὸν ᾗ ἃν ἡμέρᾳ κληρώσῃ, καὶ ὡς πατὴρ ἀνθρώπου κληρώσῃ τοῖς υἱοῖς σου.