Isaias
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905
καὶ ἐρεῖς ἐν τῇ [*](B) ἡμέρᾳ ἐκείνῃ Ὑμνεῖτε Κύριον, βοᾶτε τὸ ὄνομα αὐτοῦ, ἀναγγείλατε ἐν τοῖς ἔθνεσιν τὰ ἔνδοξα αὐτοῦ· μιμνήσκεσθε ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ.
ὑμνήσατε τὸ ὄνομα Κυρίου, ὅτι ὑψηλὰ ἐποίησεν· ἀναγγείλατε ταῦτα ἐν πάσῃ τῇ γῇ.
ἀγαλλιᾶσθε καὶ εὐφραίνεσθε, οἱ κατοικοῦντες Σειών, ὅτι ὑψώθη ὁ ἅγιος τοῦ Ἰσραὴλ ἐν μέσῳ αὐτῆς.
Ὅρασις ἣν εἶδεν Ἠσαίας υἱὸς ¹Αμὼς κατὰ Βαβυλῶνος.
Ἐπ᾿ ὄρους πεδινοῦ ἄρατε σημεῖον, ὑψώσατε τὴν φωνὴν αὐτοῖς, παρακαλεῖτε τῇ χειρί· ἀνοίξατε, οἱ ἄρχοντες.