Isaias
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905
καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἡ ῥίζα τοῦ Ἰεσσαὶ καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπʼ αὐτῷ ἔθνη ἐλπιοῦσιν. καὶ ἔσται ἡ ἀνάπαυσις αὐτοῦ τιμή.
Καὶ ἔσται τῇ ἡμέρᾳ ἐκείνῃ προσθήσει ὁ κύριος τοῦ δεῖξαι τὴν χεῖρα αὐτοῦ τοῦ ζηλῶσαι τὸ καταλειφθὲν ὑπόλοιπον τοῦ λαοῦ, ὁ ἂν καταλειφθῇ ὑπὸ τῶν Ἀσσυρίων καὶ ἀπὸ Αἰγύπτου καὶ ἀπὸ Βαβυλωνίας καὶ Αἰθιοπίας καὶ ἀπὸ Αἰλαμειτῶν καὶ ἀπὸ ἡλίου ἀνατολῶν καὶ ἐξ Ἀραβίας.
καὶ ἀρεῖ σημεῖον εἰς τὰ ἔθνη, καὶ συνάξει τοὺς ἀπολομένους Ἰσραήλ, καὶ τοὺς διεσπαρμένους Ἰούδα συνάξει ἐκ τῶν τεσσάρων πτερύγων τῆς γῆς.
καὶ ἀφαιρεθήσεται ὁ ζῆλος Ἐφράιμ, καὶ οἱ ἐχθροὶ Ἰούδα ἀπολοῦνται· Ἐφράιμ οὐ ζηλώσει Ἰούδαν, καὶ Ἰούδας οὐ θλίψει Ἐφράιμ.
καὶ πετασθήσονται ἐν πλοίοις ἀλλοφύλων· θάλασσαν ἄμα προνομεύσουσιν καὶ τοὺς ἀφʼ ἡλίου ἀνατολῶν καὶ Ἰδουμαίαν, καὶ ἐπὶ Μωὰβ πρῶτον τὰς χεῖρας ἐπιβαλοῦσιν, οἱ δὲ υἱοὶ Ἀμμῶν πρῶτοι ὑπακούσονται.