Zacharias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ ἀπεκρίθην καὶ εἶπα πρὸς αὐτόν Τί αἱ δύο [*](U+05D0AQΓ) [*](8 εισι] ει σει U+05D0* (ει 1⁰ sub ras U+05D0¹) εισιν U+05D0c.a ,c.b AQ* (σι Qᵃ) αγω] eπαγω U+05D0c.b 9 δεδωκα Q επτα] ζʼ 10 συγκαλεσετε Bᵃᵇ AQ* ᵛᵈ (σατε Qᵃsaltem IV 1 εξηρεν] εξηγειρεν U+05D0AQ* ρε Qᵃ) εξεγερθη] εξερθη Avid 2 ειπα] ειπεν AQ* (ειπε Qa) εωρακα BbU+05D0Qa vid λυχνοι] λυχνιU+05D0* (χνοι U+05D01) επαρυστιδες U+05D01 (παρ.U+05D0* -στριδας U+05D0c.b ) A 4 ειπον] ειπα AQ om λεγων A εστι Qᵃ: item 5, 13 5 om προς με λεγων A 5 6 om ου γινωσκεις .. προς με λεγων (20) U+05D0* (hab U+05D0c.a ᵐᵍ inf rescr U+05D0c.a ᵇᵐᵍ sinistr) 6 ειπε Qᵃ : item 13 Ζοβαβελ U+05D0* (Ζοροβ. U+05D0c.a c.b ve; etoa, amtea εν 1⁰] ν sup ras B 9 .10 om εθεμελιωσεν. .εν χειρι Ζοροβ. ) (hab Qmg ) 9 εθεμελιωσαν U+05D0AQmg επιτελουσιν A εξαπεστειλεν A 10 χαρησονται U+05D0Qc.ᵇΑQᵐᵍΓ κασσιδεριον U+05D0* (κασσιτερινον U+05D0c.a c.b ) επτα] ζʼ U+05D0 οφθαλμοι] + κυ U+05D0QΓᵃ? (sup ras) εισιν] +κυ A ει sup ras Γᵃ? 11 ειπα] ειπον U+05D0)

79
ἐλαῖαι αὗται αἱ ἐκ δεξιῶν τῆς λυχνίας καὶ ἐξ εὐωνύμων;

καὶ ἐπηρώτησα [*](B) ἐκ δευτέρου καὶ εἶπα πρὸς αὐτόν Τί οἱ δύο κλάδοι τῶν λαιῶν οἱ ἐν ταῖς χερσὶν τῶν δύο μυξωτήρων τῶν χρυσῶν τῶν ἐπιχεόντων καὶ ἐπαναγόντων τὰς ἐπαρυστρίδας τὰς χρυσᾶς;

καὶ εἶπεν πρὸς μέ Οὐκ οἶδας τί ἐστιν ταῦτα; καὶ εἶπα Οὐχί, κύριε.

καὶ εἶπεν Οὗτοι οἱ δύο υἱοὶ τῆς πιότητος παρεστήκασιν κυρίῳ πάσης τῆς γῆς.

Καὶ ἐπέστρεψα καὶ ἤρα τοὺς ὀφθαλμούς μου καὶ εἶδον, καὶ ἰδού δρέπανον πετόμενον.

καὶ εἶπεν πρὸς μέ Τί σὺ βλέπεις; καὶ εἶπα Ἐγὼ ὁρῶ δρέπανον πετόμενον μήκους πήχεων εἴκοσι καὶ πλάτους πήχεων δέκα.

καὶ εἶπεν πρὸς μέ Αὕτη ἡ ἀρὰ ἡ ἐκπορευομένη ἐπὶ πρόσαοπον πάσης τῆς γῆς· διότι πᾶς ὁ κλέπτης ἐκ τούτου ἕως θανάτου ἐκδικηθήσεται, καὶ πᾶς ὁ ἐπίορκος ἐκ τούτου ἐκδικηθήσεται.

καὶ ἐξοίσω αὐτό, λέγει Κύριος Παντοκράτωρ, καὶ εἰσελεύσεται εἰς τὸν οἶκον τοῦ κλέπτου καὶ εἰς τὸν οἶκον τοῦ ὀμνύοντος τῷ ὀνόματί μου ἐπὶ ψεύδει, καὶ καταλύσει ἐν μέσῳ τοῦ οἴκου αὐτοῦ, καὶ συντελέσει αὐτὸν καὶ τὰ ξύλα αὐτοῦ καὶ τοὺς λίθους αὐτοῦ.

Καὶ ἐξῆλθεν ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ καὶ εἶπεν πρὸς μέ Ἀνάβλεψον τοῖς ὀφθαλμοῖς σου καὶ ἴδε τὸ ἐκπορευόμενον τοῦτο.

καὶ εἶπα Τί ἐστιν; καὶ εἶπεν Τοῦτο τὸ μέτρον τὸ ἐκπορευόμενον. καὶ εἶπεν Αὕτη ἡ ἀδικία αὐτῶν ἐν πάσῃ τῇ γῇ.