Sophonias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Εὐλαβεῖσθε ἀπὸ προσώπου Κυρίου τοῦ θεοῦ, διότι ἐγγὺς ἡμέρα τοῦ κυρίου, ὅτι ἡτοίμακεν Κύριος τὴν θυσίαν αὐτοῦ, ἡγίακεν τοὺς [*](U+05D0AQ) [*](Inscr Σοφονιας θ BU+05D0AQ I 1 Χουσι U+05D0* (-σει U+05D0c.b( Q | Αμοριου] Αμμο- ρεου U+05D0* (-ριου U+05D0c.b (vid)) Αμαριου U+05D0c.c (vid) Q Αμορειου A | Ιωσιου Bb U+05D0c.a, c.b AQ Ιουσιου U+05D0* | Αμων] Αμως Ba?b AQ Αμμω U+05D0 2 εκλιπετω] εκλιψετω U+05D0* (εκλιπετω πανια U+05D0c.a) εκλιπετωσαν U+05D0c.b εκλειπετω AQ 3 εκλιπετω 1⁰] εκλιφετω U+05D0* (εκλιπ. c.a, c.b) εκλειπετω AQ | εκλιπετω 2⁰] εκλιφετω U+05D0* (εκλιπ. U+05D0c.a, c.b) Q εκλειπετωσαν A | ασεβεις] βασιλεις U+05D0* (ασ. sup ras U+05D0¹) | ανομους] ο 1⁰ sup ras Aᵃ 4 χειραν B* | om μου U+05D0* c.a (hab U+05D0c.ᵇ) | Ιουδα A 5 δωματα] ιδωλα U+05D0 | τη στρατια] της στρατια U+05D0 τη στρατεια AQ | om και τους προσκυνουντας (2⁰) . . . του κυριου A | om και τους προσκ. (2⁰) Q | om και 3⁰ U+05D0 | κατα 1⁰] κατα τα U+05D0* (improb τα 2⁰ U+05D01 c.ᵇ) | om κυριου (hab Q1(mg)) και τους ομν. κατα του Q* βασιλεως] pr κυ U+05D0c.a (postea ras) Qa(mg) Μολοχ Qmg | αυτων] αυτου U+05D01(vid) 6 του κυριου (1⁰)] om του Q | ζητη- σαντας AQ | om μη 2⁰ Q 7 Κυριου] pr του U+05D0* (om του U+05D0c.a postea revoc) | ημερα] pr η U+05D0AQ | του κυριου] om. του Q* (hab Qmg) | ητοιμασεν U+05D0AQ | ηγιασεν A)

65
κλητοὺς αὐτοῦ.

καὶ ἔσται ἐν ἡμέρᾳ θυσίας Κυρίου καὶ ἐκδικήσω [*](B) ἐπὶ τοὺς ἄρχοντας καὶ ἐπὶ τὸν οἶκον τοῦ βασιλέως καὶ ἐπὶ πάντας τοὺς ἐνδεδυμένους ἐνδύματα ἀλλότρια·

καὶ ἐκδικήσω ἐμφανῶς ἐπὶ τὰ πρόπυλα ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, τοὺς πληροῦντας τὸν οἶκον Κυρίου θεοῦ αὐτῶν ἀσεβείας καὶ δόλου.

καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος, φωνὴ κραυγῆς ἀπὸ πύλης ἀποκεντούντων, καὶ ὀλολυγμὸς ἀπὸ τῆς δευτέρας, καὶ συντριμμὸς μέγας ἀπὸ τῶν βουνῶν.

θρηνήσατε, οἱ κατοικοῦντες τὴν κατακεκομμένην, ὅτι ὡμοιώθη πᾶς ὁ λαὸς Χανάαν, ἐξωλεθρεύθησαν πάντες οἱ ἐπηρμένοι ἀργυρίῳ.

καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐξερευνήσω τὴν Ἰερουσαλὴμ μετὰ λύχνου, καὶ ἐκδικήσω ἐπὶ τοὺς ἄνδρας τοὺς καταφρονοῦντας ἐπὶ τὰ φυλάγματα αὐτῶν· οἱ δὲ λέγοντες ἐν ταῖς καρδίαις αὐτῶν Οὐ μὴ ἀγαθοποιήσῃ Κύριος οὐδὲ μὴ κακώσῃ,

καὶ ἔσται ἡ δύναμις αὐτῶν εἰς διαρπαγήν, καὶ οἱ οἶκοι αὐτῶν εἰς ἀφανισμόν· καὶ οἰκοδομήσουσιν οἰκίας καὶ οὐ μὴ κατοικήσουσιν ἐν αὐταῖς, καὶ καταφυτεύσουσιν ἀμπελῶνας καὶ οὐ μὴ πίωσιν τὸν οἶνον αὐτῶν.

Ὅτι ἐγγὺς ἡμέρα Κυρίου ἡ μεγάλη, ἐγγὺς καὶ ταχεῖα σφόδρα· φωνὴ ἡμέρας Κυρίου πικρὰ καὶ σκληρὰ τέτακται, δυνατή.

ἡμέρα ὀργῆς, ἡ ἡμέρα ἐκείνη, ἡμέρα θλίψεως καὶ ἀνάγκης, ἡμέρα ἀωρίας καὶ ἀφανισμοῦ, ἡμέρα σκότους καὶ γνόφου, ἡμέρα νεφέλης καὶ ὁμίχλης,

ἡμέρα σάλπιγγος καὶ κραυγῆς ἐπὶ τὰς πόλεις τὰς ὀχυρὰς καὶ ἐπὶ τὰς γωνίας τὰς ὑψηλάς.

καὶ ἐκθλίψω τοὺς ἀνθρώπους, καὶ πορεύσονται ὡς τυφλοί, ὅτι τῷ κυρίῳ ἐξήμαρτον· καὶ ἐκχεεῖ τὸ αἷμα αὐτῶν ὡς χοῦν, καὶ τὰς σάρκας αὐτῶν ὡς βόλβιτα·

καὶ τὸ ἀργύριον αὐτῶν καὶ τὸ χρυσίον αὐτῶν οὐ μὴ δύνηται ἐξελέσθαι αὐτοὺς ἐν ἡμέρᾳ ὀργῆς Κυρίου. καὶ ἐν πυρὶ ζήλους αὐτοῦ καταναλωθήσεται πᾶσα ἡ γῆ, διότι συντέλειαν καὶ σπουδὴν ποιήσει ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν.

[*](9 εκδικησω] + επι παντας U+05D0AQ | προπυλα U+05D0* c.b] προπυλαια U+05D0c.a | om U+05D0AQ θεου U+05D0c.b pr του AQ | ασεβειας (-βιας U+05D0)] ανομιας A | δολους U+05D0* (δολου U+05D01(vid)) 10 εκεινη τη ημερα U+05D0c.a (mox τη ημ. εκ. restit) AQ | κραυης U+05D0* (-γης U+05D0c.a): item 16 | om και 2⁰ A 11 θνηνησατε U+05D0* (θρην. U+05D0c.a, c.b) | ομοιωθη U+05D0 12 εκεινη τη ημερα AQ | om δε U+05D0AQ | om εν ταις καρδιαις αυτων A | αγα- θοποιησει U+05D0 (-σι) Q* (-ση Qᵃ) | ουδε] ουδ ου AQ | κακωσει U+05D0Q* (-ση Qa) 13 οι] ο Q* (οι Qᵃ) | καταφυτευσωσιν AQ* (-σουσιν Qᵃ) | πιωσι Qᵃ 14 η- μερα] pr η U+05D0AQa | μεγαλα A*ᵛⁱᵈ | σκηρα U+05D0* (σκλ. U+05D0c.ᵃ) | δινατη U+05D0* (δυν. U+05D0c.ᵃ) 15 om ημερα θλιψεως και αναγκης A | αωριας] ταλαιπωριας U+05D0c.b 16 τας πολεις] τας πολις U+05D0* (-λεις U+05D0c.b) om τας Q* ᵛⁱᵈ (hab Qa) | οχυρας] ισχυρας A | om και 2⁰ A 18 δυνηται] δυνωνται U+05D0* (-νηται U+05D0c.b) | εξελεσθαι] pro σ incep vid ξ A* | και 3⁰] οτι Q | ζηλου Q | αυτου] αυτους A* (-του Aᵃ?) | συντελιαν U+05D0* (-λειαν U+05D0c.b) | τους κατοικ.] του κατοικ. U+05D0* (τους U+05D0c.b nisi iam antea))
66
[*](B)

Συνάχθητε καὶ συνδέθητε, τὸ ἔθνος τὸ ἀπαίδευτον,

πρὸ τοῦ γενέσθαι ὑμᾶς ὡς ἄνθος παραπορευόμενον, πρὸ τοῦ ἐπελθεῖν ἐφʼ ὑμᾶς ὀργὴν Κυρίου, πρὸ τοῦ ἐπελθεῖν ἐφʼ ὑμᾶς ἡμέραν θυμοῦ Κυρίου.

ζητήσατε τὸν κύριον, πάντες ταπεινοὶ γῆς· κρίμα ἐργάζεσθε καὶ δικαιοσύνην ζητήσατε, καὶ ἀποκρίνεσθε αὐτά, ὅπως σκεπασθῆτε ἐν ἡμέρᾳ ὀργῆς Κυρίου.