Osee
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905
καθὼς ἂν πορεύωνται ἐπιβαλῶ ἐπʼ αὐτοὺς τὸ δίκτυόν μου, καθὼς τά πετεινά τοῦ οὐρανοῦ κατάξω αὐτούς, παιδεύσω αὐτοὺς ἐν τῇ ἀκοῇ [*](9 οδον] + κυ AQ 10 του Ισραηλ] om του Aᵇ* (hab του Qᵃ) | Ιουδας A AQ 11 αιχμαλωσιαν] αιχμασιαν Q VII 1 αδικια] κακια Qᵃ | ηργασαντο] ειργ. BᵃᵇAQ 2 συναδουσιν A | αδοντες] συναδοντες AQ | εκυκλωσεν AQ | μου εγενοντο sup ras Ab | εγενοντο] εγενετο Q 3 βασιλεις] βασιλεας Q* (οι ο΄ -λεα Qmg) ψευδεσιν sup ras Aᵇ 4 μοιχευωντες A (ες sup ras Aᵇ) 5 ημεραι] pr αι A | υμων] ημων A οι αρχοντες] om οι Q* (hab Qmᵍ) την χειρα] εν τη χειρι Q 6 ενεγενηθη] γε sup ras B ? εγενηθη AQ ανεκαυθη] ανεκαυθησαν Qᵃ πυρος] πυρ AQ* (πυρος Qᵃ) 7 κλιβανος] + πυρος καιομενου αι καρδιαι ουτων A + αι καρδιαι ουτων Q κατεφαγον] κατεφαγεν πυρ A κατεφαγε Qᵃ | επεσον AQ* (επεσαν Qᵃ) 8 συνανεμιγνυτο AQ εγκρυφιας AQ 9 εγνω] επεγνω A αυτω] ουτων A 10 εξεζητησαν] εζητησαν Q πασιν A 11 εχουσαν B* (-σα Bᵃᵇ) επεκαλειτο] επεκαλεσατο Qᵃ)
οὐαὶ αὐτοῖς, ὅτι ἀπεπήδησαν ἀπʼ ἐμοῦ· δείλαιοί εἰσιν, ὅτι ἠσέβησαν εἰς ἐμέ· ἐγὼ δὲ ἐλυτρωσάμην αὐτούς, αὐτοὶ δὲ κατελάλησαν κατʼ ἐμοῦ ψευδῆ.
καὶ οὐκ ἐβόησαν πρὸς μέ αἱ καρδίαι αὐτῶν, ἀλλ᾿ ἡ ὠλόλυζον ἐν ταῖς κοίταις αὐτῶν· ἐπὶ σίτῳ καὶ οἴνῳ κατετέμνοντο.
ἐπαιδεύθησαν ἐν ἐμοί, κἀγὼ κατίσχυσα τοὺς βραχίονας αὐτῶν, καὶ εἰς ἐμέ ἐλογίσαντο πονηρά.
ἀπεστράφησαν εἰς οὐθέν, ἐγένοντο ὡς τόξον ἐντεταμένον· πεσοῦνται ἐν ῥομφαίᾳ οἱ ἄρχοντες αὐτῶν δι᾿ ἀπαιδευσίαν γλώσσης αὐτῶν· οὗτος ὁ φαυλισμὸς αὐτῶν ἐν γῇ Αἰγύπτῳ.
Εἰς κόλπον αὐτῶν ὡς γῆ, ὡς ἀετὸς ἐπ᾿ οἶκον Κυρίου, ἀνθʼ ὧν παρέβησαν τὴν διαθήκην μου καὶ κατὰ τοῦ νόμου μου.
ἐμέ κεκράξονται Ὁ θεός, ἐγνώκαμέν σε.
ὅτι Ἰσραὴλ ἀπεστρέψατο ἀγαθά, ἐχθρὸν κατεδίωξαν·
ἑαυτοῖς ἐβασίλευσαν καὶ οὐ δι᾿ ἐμοῦ, ἦρξαν καὶ οὐκ ἐγνώρισάν μοι, τὸ ἀργύριον αὐτῶν καὶ τὸ χρυσίον αὐτῶν ἐποίησαν ἑαυτοῖς εἴδωλα, ὅπως ἐξολοθρευθῶσιν.
ἀπότριψαι τὸν μόσχον σου, Σαμάρεια· παροξύνθη ὁ θυμός μου ἐπʼ αὐτούς· ἕως τίνος οὐ μὴ δύνωνται καθαρισθῆναι
ἐν τῷ Ἰσραήλ; καὶ αὐτὸ τέκτων ἐποίησεν καὶ οὐ θεός ἐστιν· διότι πλανῶν ἦν ὁ μόσχος σοιυ, Σαμάρεια.