Psalmi Salomonis
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905
- θηρία ἐπεδράμοσαν αὐτοῖς πονηρά·
- ἐν τοῖς ὀδοῦσιν αὐτῶν ἐτίλλοσαν σάρκας αὐτῶν,
- καὶ ἐν ταῖς μύλαις ἔθλων ὀστᾶ αὐτῶν·
- καὶ ἐκ τούτων ἁπάντων ἐρρύσατο ἡμᾶς Κύριος.
780
[*](r)- ἐταράχθη ὁ ἀσεβὴς διὰ παραπτώματα αὐτοῦ,
- μή ποτε συμπαραληφθῇ μετὰ τῶν ἁμαρτωλῶν.
- ὅτι δεινὴ ἡ καταστροφὴ τοῦ ἁμαρτωλοῦ.
- καὶ οὐχ ἅψεται δικαίου οὐδὲν ἐκ πάντων τούτων.
- ἰτι οὐχ ὁμοία ἡ παιδεία τῶν δικαίων ἐν ἀγνοίᾳ.
- καὶ ἡ καταστροφὴ τοῦ ἁμαρτωλοῦ·
- ἐν περιστολῇ παιδεύεται δίκαιος,
- ἵνα μὴ ἐπιχαρῇ ὁ ἁμαρτωλὸς τῷ δικαία.
- ὅτι νουθετήσει δίκαιον ὡς υἱὸν ἀγαπήσεως,
- καὶ ἡ παιδεία αὐτοῦ ὡς πρωτοτόκου.
- ὅτι φείσεται Κύριος τῶν ὁσίων αὐτοῦ,
- καὶ τὰ παραπτώματα αὐτῶν ἐξαλείψει ἐν παιδεία.
- ἡ γὰρ ζωὴ τῶν δικαίων εἰς τὸν αἰῶνα·
- ἁμαρτωλοὶ δὲ ἀρθήσονται εἰς ἀπώλειαν,
- καὶ οὐχ είρεθήσεται μνημόσυνον αὐτῶν ἔτι
- ἐπὶ δὲ τοὺς ὁσίους τὸ ἔλεος Κυρἰου,
- καὶ ἐπὶ τοὺς φοβουμένους τὸ ἔλεος αὐτοῦ.
- Ὕμνος τῷ Σαλωμὸν
- Πιστὸς Κύριος τοῖς ἀγαπῶσιν αὐτὸν ἐν ἀληθείᾳ,
- τοῖς ὑπομένουσιν παιδείαν αὐτοῦ,
- τοῖς πορευομένοις ἐν δικαιοσύνῃ προσταγμάτων αὐτοῦ,
- ἐν νόμῳ ᾧ ἐνετείλατο ἡμῖν εἰς ζωὴν ἡμῶν.
- ὅσιοι Κυρίου ζήσονται ἐν αὐτῷ εἰς τὸν αἰῶνα·
- ὁ παράδεισος τοῦ κυρίου, τὰ ξύλα τῆς ζωῆς ὅσιοι αὐτοῦ.
- ἡ φυτεία αὐτῶν ἐρριζωμένη εἰς τὸν αἰῶνα·
- οὐκ ἐκτιλήσονται πάσας τὰς ἡμέρας τοῦ οὐρανοῦ,
- ὅτι ἡ μερὶς καὶ κληρονομία τοῦ θεοῦ ἐστιν Ἰσραήλ.
- καὶ οὐχ οὕτως οἱ ἁμαρτωλοὶ καὶ παράνομοι,
- οἳ ἠγάπησαν ἡμέραν ἐν μετοχῇ ἁμαρτίας αὐτῶν·
- ἐν μικρότητι σαπρίας ἡ ἐπιθυμία αὐτῶν,
- καὶ οὐκ ἐμνήσθησαν τοῦ θεοῦ. [*](I)
- ὅτι ὁδοὶ ἀνθρώπων γναωσταὶ ἐνώπιον αὐτοῦ διὰ παντός,
- καὶ ταμεῖα καρδίας ἐπίσταται πρὸ τοῦ γενέσθαι.
- ῇδιὰ τοῦτο ἡ κληρονρμία αὐτῶν ἅδης καὶ σκότος καὶ ἀπώλεια,
- καὶ οὐχ εὑρεθήσονται ἐν ἡμέρᾳ ἐλέους δικαίων.
- οἱ δὲ ὅσιοι Κυρίου κληρονομήσουσιν ζωὴν ἐν εὐφροσύνῃ.
781