Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

μὴ εἴπῃς· τίς με δυναστεύσει διὰ τὰ ἔργα μου; ὁ γὰρ κύριος ἐκδικῶν ἐκδικήσει σου τὴν ὕβριν.

μὴ εἴπῃς· ἥμαρτον, καὶ τί μοι ἐγένετο λυπηρόν ; ὁ γὰρ κύριός ἐστι μακρόθυμος· οὐ μή σε ἀνῇ.

περὶ ἐξιλασμοῦ μὴ ἄφοβος γίνου, ἐν πλεονασμῷ προσθεῖναι ἁμαρτίας ἐφ’ ἁμαρτίαις·

καὶ μὴ εἴπῃς· ὁ οἰκτιρμὸς αὐτοῦ πολύς, τὸ πλῆθος τῶν ἁμαρτιῶν μου ἐξιλάσεται. ἔλεος γὰρ καὶ ὀργὴ παρ’ αὐτῷ ταχυνεῖ, καὶ ἐπὶ τοὺς ἁμαρτωλοὺς καταπαύσει ὁ θυμὸς αὐτοῦ.

μὴ ἀναμείνῃς ἐπιστρέψαι ἐπὶ κύριον, καὶ μὴ ὑπερβάλλου ἡμέραν ἐξ ἡμέρας.

[*](150 2)

ἐξαπίνης γὰρ ἐξελεύσεται ὀργὴ Κυρίου, καὶ ὡς ἀμελήσεις ἐκτριβήσῃ, καὶ ἐν καιρῷ ἐκδικήσεως ἐξολῇ.

7

μὴ ἔπεχε ἐπὶ χρήμασιν ἀδικοῖς· οὐδὲν γὰρ ὠφελήσει ἐν ἡμέρᾳ ἑπαγωγῆς.

μὴ λίκμα ἐν πἀντὶ ἀνέμῳ, καὶ μὴ πορεύου ἐν πάσῃ ἀτραπῷ· οὕτως ὁ ἁμαρτωλὸς ὁ δίγλωσσος.

ἴσθι ἐστηριγμένος ἐν συνέσει σου ἀσφαλεῖ, καὶ εἷς ἔστω ὁ σου.

γίνου ταχὺς ἐν ἀκροάσει σου ἀγαθῇ, καὶ ἔστω ἐν ἡ ζωή σου, καὶ ἐν μακροθυμίᾳ φθέγγου ἀπόκρισιν ὀρθήν.

εἰ ἔστι σοι σύνεσις, ἀποκρίθητι τῷ πλησίον· εἰ δὲ μή, ἡ χείρ σου ἔστω ἐπὶ τῷ στόματί σου.

δόξα κοὶ ἀτιμία ἐν λαλιᾷ, καὶ γλῶσσα ἀνθρώπου πτῶσις αὐτῷ.