Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

διὰ τοῦτο ἐγένετο ὁ κατακλυσμός, καὶ διαθῆκαι αἰῶνος ἐστάθησαν πρὸς αὐτόν, ἵνα μὴ ἐξαλειφθῇ κατακλυσμῷ πᾶσα σάρξ.

᾿Αβραὰμ μέγας πατὴρ πλήθους ἐθνῶν, καὶ οὐχ εὑρέθη ὅμοιος ἐν τῇ

δόξῃ αὐτοῦ, ὃς συνετήρησε νόμον Ὑψίστου καὶ ἐγένετο ἐν διαθήκῃ μετ’ αὐτοῦ, ἐν σαρκὶ αὐτοῦ ἔστησε δια- θήκην, καὶ ἐν πειρασμῷ εὑρέθη πιστός·

διὰ τοῦτο ἐν ὅρκῳ ἔστησεν αὐτῷ ἐνευλογεῖν ἔθνη ἐν σπέρματι αὐτοῦ, πληθύναι αὐτὸν ὡς χοῦν τῆς γῆς, καὶ κατακληρονομῆσαι αὐτοὺς ἀπὸ θαλάσσης ἕως θαλάσσης καὶ ἀπὸ ποταμοῦ ἕως ἄκρου τῆς γῆς.

καὶ ἐν τῷ ᾿Ισαᾶκ ἔστησεν οὕτως, διὰ ᾿Αβραὰμ τὸν πατέρα αὐτοῦ, εὐλογίαν πάντων ἀνθρώπων καὶ διαθήκην,