Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)
Septuaginta
Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.
ἀπὸ φίλου περὶ λόγων ὀνειδισμοῦ, καὶ μετὰ τὸ δοῦναι μὴ ὀνείδιζε· καὶ ἀπὸ δευτερώσεως καὶ λόγου ἀκοῆς, καὶ ἀποκαλύψεως περὶ λόγων κρυφίων·
καὶ ἔσῃ αἰσχυντηρὸς ἀληθινῶς, καὶ εὑρίσκων χάριν ἔναντι παντὸς ἀνθρώπου. μὴ περὶ τούτων αἰσχυνθῇς, καὶ μὴ λάβης πρόσωπον τοῦ ἁμαρτάνειν·
περὶ νόμου Ὑψίστου καὶ διαθήκης καὶ περὶ κρίματος δικαιῶσαι τὸν ἀσεβῆ,
περὶ λόγου κοινωνοῦ καὶ ὁδοιπόρων, καὶ περὶ δόσεως κληρονομίας ἑταίρων,
καὶ ἀκριβείας ζυγοῦ καὶ σταθμῶν·
περὶ κτήσεως πολλῶν καὶ ὀλίγων, περὶ διαφόρου πράσεως ἐμπόρων καὶ περὶ παιδείας τέκνων πολλῆς, καὶ οἰκέτῃ πονηρῷ πλευρὰν αἱμάξαι·