Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)
Septuaginta
Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.
τέκνον, ζωὴν ἐπαιτήσεως μὴ βιώσῃς· κρεῖσσον ἀποθανεῖν ἢ ἐπαιτεῖν.
ἀνὴρ βλέπων εἰς ἀλλοτρίαν τράπεζαν οὐκ ἔχει βίον ἐν λογισμῷ ζωῆς, ἀλισγήσει ψυχὴν αὐτοῦ ἐν ἐδέσμασιν ἀλλοτρίοις· ἀνὴρ δὲ ἐπιστήμων καὶ πεπαιδευμένος φυλάξεται.
ἐν στόματι ἀναιδοῦς γλυκανθήσεται ἐπαίτησις, καὶ ἐν κοιλίᾳ αὐτοῦ πῦρ καήσεται.
ὦ θάνατε, ὡς πικρόν σου τὸ μνημόσυνον ἀνθρώπῳ εἰρηνεύοντι ἐν τοῖς ὑπάρχουσιν αὐτοῦ,
[*](181 2)ἀνδρὶ ἀπερισπάστῳ καὶ εὐοδουμένῳ ἐν πᾶσι καὶ ἔτι ἰσχύοντι ἐπιδέξασθαι τροφήν. ὦ θάνατε, καλόν σου τὸ κρίμα ἐστὶν ἀνθρώπῳ ἐπιδεομένῳ καὶ ἐλασσουμένῳ ἰσχύι,
ἐσχατογήρῳ καὶ περισπωμένῳ περὶ πάντων καὶ ἀπειθοῦντι καὶ ἀπολωλεκότι τὴν ὑπομονήν.