Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)
Septuaginta
Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.
τιθήνησον τέκνον καὶ ἐκθαμβήσει σε, σύμπαιξον αὐτῷ καὶ λυπήσει σε.
μὴ συγγελάσῃς αὐτῷ, ἵνα μὴ ὀδυνηθῇς, καὶ ἐπ’ ἐσχάτων γομφιάσεις τοὺς ὀδόντας.
μὴ δῷς αὐτῷ ἐξουσίαν ἐν νεότητι, καὶ μὴ παρίδῃς τὰς ἀγνοίας αὐτοῦ·
κάμψον τὸν τράχηλον αὐτοῦ ἐν νεότητι, καὶ θλάσον τὰς πλευρὰς αὐτοῦ ὡς ἔστι νήπιος,
μήποτε σκληρυνθεὶς ἀπειθήσῃ σοι, καὶ ἔσται σοι ὀδύνη ψυχῆς.
παίδευσον τὸν υἱόν σου καὶ ἔργασαι ἐν αὐτῷ, ἵνα μὴ ἐν τῆ ἀσχημοσύνη αὐτοῦ προσκόψῃς.
κρείσσων πτωχὸς ὑγιὴς καὶ ἰσχύων τῆ ἕξει, ἢ πλούσιος μεμαστιγωμένος εἰς τὸ σῶμα αὐτοῦ.
ὑγεία καὶ εὐεξία βέλτιον παντὸς χρυσίου, καὶ σῶμα εὔρρωστον ἢ ὄλβος ἀμέτρητος.
Περὶ βρωμάτων.
οὐκ ἔστι πλοῦτος βελτίων ὑγείας σώματος, καὶ οὐκ ἔστιν εὐφροσύνη ὑπὲρ χαρὰν καρδίας.