Sapientia Salomonis
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- σκιᾶς γὰρ πάροδος ὁ βίος ἡμῶν.
- καὶ οὐκ ἔστιν ἀναποδισμὸς τῆς τελευτῆς ἡμῶν,
- ὅτι κατεσφραγίσθη, καὶ οὐδεὶς ἀναστρέφει.
- δεῦτε οὖν καὶ ἀπολαύσωμεν τῶν ὄντων ἀγαθῶν,
- καὶ χρησώμεθα τῇ κτίσει ὡς νεότητι σπουδαίως·
- οἴνου πολυτελοῦς καὶ μύρσων πλησθῶμεν,
- καὶ μὴ παροδευσάτω ἡμᾶς ἄνθος ἀέρος·
- στεψώμεθα ῥόδων κάλυξιν πρὶν ἢ μαρανθῆναι